- 텍스트

Appian, The Foreign Wars, chapter 7 3:

(아피아노스, The Foreign Wars, chapter 7 3:)

Καὶ Χῖοι μὲν ὧδε ἐπεπράχεσαν, Ζηνόβιον δὲ Ἐφέσιοι μετὰ στρατιωτῶν προσιόντα ἐκέλευον ἐξοπλίσασθαί τε παρὰ ταῖς πύλαις καὶ σὺν ὀλίγοις ἐσελθεῖν.? ὁ δ ὑπέστη μὲν ταῦτα, καὶ ἐσῆλθε πρὸς Φιλοποίμενα τὸν πατέρα Μονίμης τῆς ἐρωμένης Μιθριδάτου, ἐπίσκοπον Ἐφεσίων ἐκ Μιθριδάτου καθεστηκότα, καὶ συνελθεῖν οἱ τοὺς Ἐφεσίους ἐς ἐκκλησίαν ἐκήρυττεν. οἱ δὲ οὐδὲν χρηστὸν ἔσεσθαι παρ αὐτοῦ προσδοκῶντες ἐς τὴν ἐπιοῦσαν ἀνέθεντο, καὶ νυκτὸς ἀλλήλους ἀγείραντές τε καὶ παρακαλέσαντες, Ζηνόβιον μὲν ἐς τὸ δεσμωτήριον ἐμβαλόντες ἔκτειναν, καὶ τὰ τείχη κατεῖχον, καὶ τὸ πλῆθος συνελόχιζον, καὶ τὰ ἐκ τῶν ἀγρῶν συνέλεγον, καὶ τὴν πόλιν ὅλως διὰ χειρὸς εἶχον. ὧν πυνθανόμενοι Τραλλιανοὶ καὶ Ὑπαιπηνοὶ καὶ Μεσοπολῖται καί τινες ἄλλοι, τὰ Χίων πάθη δεδιότες, ὅμοια τοῖς Ἐφεσίοις ἔδρων. Μιθριδάτης δ ἐπὶ μὲν τὰ ἀφεστηκότα στρατιὰν ἐξέπεμπε, καὶ πολλὰ καὶ δεινὰ τοὺς λαμβανομένους ἔδρα: δείσας δὲ περὶ τοῖς λοιποῖς τὰς πόλεις τὰς Ἑλληνίδας ἠλευθέρου, καὶ χρεῶν ἀποκοπὰς αὐτοῖς ἐκήρυσσε, καὶ τοὺς ἐν ἑκάστῃ μετοίκους πολίτας αὐτῶν ἐποίει καὶ τοὺς θεράποντας ἐλευθέρους, ἐλπίσας, ὅπερ δὴ καὶ συνηνέχθη, τοὺς κατάχρεως καὶ υετοίκους καὶ θεράποντας, ἡγουμένους ἐν τῇ Μιθριδάτου ἀρχῇ βεβαίως τὰ δοθέντα αὐτοῖς ἕξειν, εὔνους αὑτῷ γενήσεσθαι. Μυννίων δὲ καὶ Φιλότιμος οἱ Σμυρναῖοι καὶ Κλεισθένης καὶ Ἀσκληπιόδοτος οἱ Λέσβιοι, βασιλεῖ γνώριμοι πάντες, ὁ δὲ Ἀσκληπιόδοτος αὐτὸν καὶ ξεναγήσας ποτέ, ἐπιβουλὴν ἐπὶ τὸν Μιθριδάτην συνετίθεσαν: ἧς αὐτὸς ὁ Ἀσκληπιόδοτος μηνυτὴς ἐγένετο, καὶ ἐς πίστιν ὑπὸ κλίνῃ τινὶ παρεσκεύασεν ἀκοῦσαι τοῦ Μυννίωνος. ἁλούσης δὲ τῆς ἐπιβουλῆς οἱ μὲν αἰκισθέντες ἐκολάσθησαν, ὑποψία δ ἐς τὰ ὅμοια πολλοὺς κατεῖχεν. ὡς δὲ καὶ Περγαμηνῶν τὰ αὐτὰ βουλεύοντες ὀγδοήκοντα ἄνδρες ἑάλωσαν, καὶ ἐν ἄλλαις πόλεσιν ἕτεροι, ζητητὰς ὁ Μιθριδάτης πανταχοῦ περιέπεμπεν, οἵ, τοὺς ἐχθροὺς ἐνδεικνύντων ἑκάστων, ἔκτειναν ἀμφὶ τοὺς χιλίους καὶ ἑξακοσίους ἄνδρας. ὧν οἱ κατηγορήσαντες οὐ πολὺ ὕστερον οἱ μὲν ὑπὸ Σύλλα ληφθέντες διεφθάρησαν, οἱ δὲ προανεῖλον ἑαυτούς, οἱ δ ἐς τὸν Πόντον αὐτῷ Μιθριδάτῃ συνέφευγον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION