호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντικαταστάντες δ ἀλλήλοις, ὁ μὲν Ἀρχελαος ἐξέταττεν ἐς μάχην ἀεὶ προκαλούμενος, ὁ δὲ Σύλλας ἐβράδυνε, τὰ χωρία καὶ τὸ πλῆθος τῶν ἐχθρῶν περισκοπούμενος.? ἀναχωροῦντι δ ἐς Χαλκίδα τῷ Ἀρχελάῳ παρακολουθῶν καιρὸν ἐπετήρει καὶ τόπον. ὡς δὲ αὐτὸν εἶδε περὶ Χαιρώνειαν ἐν ἀποκρημνοις στρατοπεδευόμενον, ἔνθα μὴ κρατοῦσιν ἀποχώρησις οὐδεμία ἦν, πεδίον αὐτὸς εὐρὺ πλησίον καταλαβὼν εὐθὺς ἐπῆγεν ὡς καὶ ἄκοντα βιασόμενος ἐς μάχην Ἀρχέλαον: ἐν ᾧ σφίσι μὲν ὕπτιον καὶ εὐπετὲς ἐς δίωξιν καὶ ἀναχώρησιν ἦν πεδίον, Ἀρχελάῳ δὲ κρημνοὶ περιέκειντο, οἳ τὸ ἔργον οὐκ εἰών ἐν οὐδενὶ κοινὸν ὅλου τοῦ στρατοῦ γενέσθαι, συστῆναι διὰ τὴν ἀνωμαλίαν οὐκ ἔχοντος: τραπεῖσί τε αὐτοῖς ἄπορος διὰ τῶν κρημνῶν ἐγίγνετο ἡ φυγή. ὁ μὲν δὴ τοιοῖσδε λογισμοῖς τῇ δυσχωρίᾳ μάλιστα πιστεύων, ἐπῄει ὡς οὐδὲν ἐσομένου χρησίμου τοῦ πλήθους Ἀρχελάῳ: ὁ δ οὐκ ἐγνώκει μὲν αὐτῷ τότε συμπλέκεσθαι, διὸ καὶ ἀμελῶς ἐστρατοπέδευσεν, ἐπιόντος δὲ ἤδη τῆς δυσχωρίας ὀψὲ καὶ μόγις ᾐσθάνετο, καὶ προύπεμπέ τινας ἱππέας ἐς κώλυσιν αὐτοῦ. τραπέντων δ ἐκείνων καὶ ἐς τοὺς κρημνοὺς καταρριφθέντων, ἑξήκοντα αὖθις ἔπεμψεν ἁρ´ματα, εἰ δύναιτο μετὰ ῥύμης κόψαι καὶ διαρρῆξαι τὴν φάλαγγα τῶν πολεμίων. διαστάντων δὲ τῶν Ῥωμαίων, τὰ μὲν ἁρ´ματα ὑπὸ τῆς φορᾶς ἐς τοὺς ὀπίσω παρενεχθέντα τε καὶ δυσεπίστροφα ὄντα πρὸς τῶν ὑστάτων περιστάντων αὐτὰ καὶ ἐσακοντιζόντων διεφθείρετο:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기