호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ ὁ Σύλλας αὐτοῖς ὧδε ἔχουσιν ἐπικείμενος ἀπαύστως, καὶ τῶν ἰδίων τὸ ἀεὶ πονοῦν ἐναλλάσσων, ἑτέρους ἐφ ἑτέροις ἀκμῆτας ἐπῆγε σὺν κλίμαξι καὶ βοῇ καὶ παρακελεύσει, προτρέπων ἅμα καὶ ἀπειλῶν καὶ παρακαλῶν ὡς ἐν τῷδε τῷ βραχεῖ τοῦ παντὸς αὐτοῖς κριθησομένου.? ἀντεπῆγε δὲ καὶ ὁ Ἀρχέλαος ἑτέρους ἀντὶ τῶν τεθορυβημένων, ἀνακαινίζων καὶ ὅδε τὸ ἔργον ἀεί, καὶ παρακαλῶν ἅμα καὶ ἐποτρύνων ἅπαντας ὡς ἐν ὀλίγῳ σφίσιν ἔτι τῆς σωτηρίας οὔσης. πολλῆς δὲ σπουδῆς καὶ προθυμίας ἑκατέρωθεν αὖθις ἅπασιν ἐγγενομένης φερεπονώτατος ἦν: καὶ ὁ φόνος ἴσος καὶ ὅμοιος ἐξ ἑκατέρων, ἑώς ὁ Σύλλας ἔξωθεν ἐπιών, καὶ μᾶλλόν τι κάμνων, ἀνεκάλει τῇ σάλπιγγι τὴν στρατιάν, καὶ θαυμάσας πολλοὺς ἀπῆγεν. ὁ δ Ἀρχέλαος αὐτίκα νυκτὸς τὰ πεπτωκότα τοῦ τείχους ᾠκοδόμει, μηνοειδῆ αὐτοῖς πολλὰ περιθεὶς ἔνδοθεν. οἷς ἔτι νεοδμήτοις ὁ Σύλλας αὖθις ἐπεχείρει παντὶ τῷ στρατῷ, νομίσας ἀσθενῆ καὶ ὑγρὰ ἔτι ὄντα ῥᾳδίως κατερείψειν. κάμνων δὲ ὡς ἐν στενῷ, καὶ βαλλόμενος ἄνωθεν ἔκ τε μετώπου καὶ τῶν κεραιῶν ὡς ἐν μηνοειδέσι χωρίοις, τοῦ μὲν ἐπιχειρεῖν ἔτι τῷ Πειραιεῖ πάμπαν ἀπεῖχε τῇ γνώμῃ, καὶ ἐς πολιορκίαν, ὡς λιμῷ παραστησόμενος αὐτούς, καθίστατο:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기