- 텍스트

Appian, The Foreign Wars, chapter 5 9:

(아피아노스, The Foreign Wars, chapter 5 9:)

Τῷ δὲ Πειραιεῖ, τὸ χῶμα ἐς ὕψος ἐγείρας, τὰ μηχανήματα ἐπῆγεν.? Ἀρχελάου δὲ τὸ χῶμα ὑπορύττοντος καὶ τὴν γῆν ὑποφέροντός τε καὶ ἐς πολὺ διαλανθάνοντος, τὸ χῶμα ὑφίζανεν ἄφνω: καὶ ταχείας αἰσθήσεως γενομένης οἱ Ῥωμαῖοι τὰ μηχανήματα ὑφεῖλκον καὶ τὸ χῶμα ἀνεπλήρουν. τῷ δ αὐτῷ τρόπῳ καὶ αὐτοὶ τὴν γῆν ἐς τὰ τείχη τεκμαιρόμενοι διώρυττον: ἀλλήλοις τε συμπίπτοντες κάτω ξίφεσι καὶ δόρασιν ἐκ χειρός, ὡς δυνατὸν ἦν ἐν σκότῳ, διεμάχοντο. ὁμοῦ δὲ ταῦτα ἐγίγνετο, καὶ ὁ Σύλλας ἀπὸ τῶν χωμάτων μηχανήμασι πολλοῖς τὸ τεῖχος ἐκριοκόπει, μέχρι μέρος αὐτοῦ καταβαλών, καὶ τὸν πλησιάζοντα πύργον ἐπειγόμενος ἐμπρῆσαι, πολλὰ μὲν ἠφίει πυρφόρα τοξεύματα ἐς αὐτόν, τοὺς δὲ εὐτολμοτάτους ἀνέπεμπεν ἐπὶ κλιμάκων. σπουδῆς δὲ πολλῆς γιγνομένης ἑκατέρωθεν ὅ τε πύργος ἐνεπίμπρατο, καὶ μέρος τι τοῦ τείχους ὀλίγον ὁ Σύλλας καταβαλὼν εὐθὺς ἐπέστησε φυλακεῖον: τά τε ὑπορωρυγμένα τοῦ τείχους θεμέλια, ξύλοις ἀνηρτημένα καὶ θείου καὶ στυππίου καὶ πίσσης γέμοντα, αὐτίκα πάντα ἐνεπίμπρη. τῶν δ ἄλλο παρ ἄλλο κατεπιπτε καὶ τοὺς ἐφεστῶτας αὐτοῖς συγκατέφερεν. ὅ τε θόρυβος οὗτος δὴ μάλιστα αἰφνίδιος καὶ πολὺς ὢν πάντῃ τοὺς τειχοφύλακας ἐτάραττεν, ὡς καὶ τὸ ὑπὸ σφίσιν αὐτίκα πεσούμενον: ὅθεν ἐς πάντα συνεχῶς ἐπιστρεφόμενοι τήν τε γνώμην ὕποπτον εἶχον ὑπὸ τοῦ δέους καὶ ἀσθενῶς τοὺς πολεμίους ἀπεμάχοντο.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION