호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οἱ δὲ προδιδόντες ἀπὸ τῶν τειχῶν, πεσσοῖς πάλιν ἐγγράψαντες ὅτι πέμψοι τῆσδε τῆς νυκτὸς Ἀρχέλαος ἐς τὸ τῶν Ἀθηναίων ἄστυ λιμῷ πιεζόμενον πυροὺς ὑπὸ στρατιωτῶν φερομένους, ἐσφενδόνησαν, καὶ ὁ Σύλλας ἐνεδρεύσας ἐκράτησε τοῦ τε σίτου καὶ τῶν φερόντων.? τῆς δ αὐτῆς ἡμέρας αὐτῷ καὶ Μουνάτιος περὶ Χαλκίδα Νεοπτόλεμον ἕτερον στρατηγὸν κατατρώσας, ἔκτεινε μὲν ἐς χιλίους καὶ πεντακοσίους, ἔλαβε δὲ αἰχμαλώτους ἔτι πλείονας. οὐ πολὺ δὲ ὕστερον τῷ Πειραιεῖ νυκτός, ἔτι κοιμωμένων τῶν φυλάκων, Ῥωμαῖοι διὰ τῶν ἐγγὺς μηχανῶν κλίμακας ἐπενεγκόντες ἐπὶ τὸ τεῖχος ἐπέβησαν, καὶ τοὺς φύλακας τοὺς ἐγγὺς ἔκτειναν. ἐφ ᾧ τῶν βαρβάρων οἱ μὲν εὐθὺς ἀπεπήδων ἐς τὸν Πειραιᾶ, τὸ τεῖχος καταλιπόντες ὡς εἰλημμένον ἅπαν, οἱ δ ἐς ἀλκὴν τραπέντες ἔκτεινάν τε τὸν ἡγεμόνα τῶν ἐπιβάντων καὶ τοὺς λοιποὺς ἔξω κατεκρήμνισαν. οἱ δὲ καὶ διὰ τῶν πυλῶν ἐκδραμόντες ὀλίγου τὸν ἕτερον τῶν Ῥωμαϊκῶν πύργων ἐνέπρησαν, εἰ μὴ Σύλλας ἐπιδραμὼν ἀπὸ τοῦ στρατοπέδου, νυκτός τε ὅλης καὶ δι ἡμέρας ἐπιπόνως ἀγωνισάμενος, περιέσωσεν. καὶ τότε μὲν ὑπεχώρουν οἱ βάρβαροι, τοῦ δ Ἀρχελάου πύργον ἕτερον μέγαν ἐπὶ τὸ τεῖχος ἄντικρυς τοῦ Ῥωμαϊκοῦ πύργου στήσαντος ἐπυργομάχουν ἐς ἀλλήλους, ἑκατέρωθεν πυκνὰ καὶ θαμινὰ πάντα ἀφιέντες, ἑώς ὁ Σύλλας ἐκ καταπελτῶν, ἀνὰ εἴκοσιν ὁμοῦ μολυβδαίνας βαρυτάτας ἀφιέντων, ἔκτεινέ τε πολλούς, καὶ τὸν πύργον Ἀρχελάου κατέσεισε καὶ δυσάρμοστον ἐποίησεν, ὡς εὐθὺς αὐτὸν ὑπὸ Ἀρχελάου διὰ δέος ὀπίσω κατὰ τάχος ὑπαχθῆναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기