- 텍스트

Appian, The Foreign Wars, chapter 5 4:

(아피아노스, The Foreign Wars, chapter 5 4:)

Δύο δ ἐκ τοῦ Πειραιῶς Ἀττικοὶ θεράποντες, αἱρούμενοι τὰ Ῥωμαίων, ἢ σφίσιν αὐτοῖς καταφυγήν, εἴ τι γίγνοιτο, προορώμενοι, πεσσοῖς ἐκ μολύβδου πεποιημένοις ἐγγράφοντες ἀεὶ τὸ γιγνόμενον ἐς τοὺς Ῥωμαίους ἠφίεσαν ἀπὸ σφενδόνης.? καὶ τοῦδε γιγνομένου τε συνεχῶς καὶ ἐς γνῶσιν ἐλθόντος, Σύλλας τοῖς ἐσφενδονημένοις προσέχων ηὑρ῀ε γεγραμμένον ὅτι τῆς ἐπιούσης ἐκ μετώπου πεζοὶ κατὰ τοὺς ἐργαζομένους ἐκδραμοῦνται καὶ ἱππεῖς ἑκατέρωθεν ἐς τὰ πλάγια Ῥωμαίων ἐμβαλοῦσιν. κρύψας οὖν τινὰ στρατιὰν ἀποχρῶσαν, ὡς ἐγένετο τῶν πολεμίων ἡ ἐκδρομή, δόξασα δὴ μάλιστα αἰφνίδιος εἶναι, ὁ δὲ αἰφνιδιώτερον αὐτοῖς τοὺς κεκρυμμένους ἐπαφεὶς ἔκτεινε πολλοὺς καὶ ἐς τὴν θάλασσαν ἑτέρους περιέωσεν. καὶ τοῦτο μὲν τῆς πείρας ἐκείνης τέλος ἦν: αἰρομένοις δὲ ἐπὶ μέγα ἄνω τοῖς χώμασι πύργους ὁ Ἀρχέλαος ἀντεμηχανᾶτο, καὶ πλεῖστα ἐπ αὐτοῖς ὄργανα ἐτίθει, τάς τε δυνάμεις ἐκ Χαλκίδος καὶ τῶν ἄλλων νήσων μετεπέμπετο, καὶ τοὺς ἐρέτας καθώπλιζεν, ὡς ὄντος οἱ τοῦ κινδύνου περὶ τῶν ὅλων. ἐγίγνετο μὲν δὴ πλείων οὖσα τῆς Σύλλα στρατιᾶς ἡ Ἀρχελάου καὶ ἐκ τῶνδε πολὺ πλείων, νυκτὸς δὲ μέσης ὁ μὲν Ἀρχέλαος ἐκθορὼν μετὰ λαμπτήρων ἐνέπρησε τὴν ἑτέραν τῶν χελωνῶν καὶ τὰ ἐπ αὐτῇ μηχανήματα, ἡμέραις δὲ δέκα μάλιστα ἄλλα ὁ Σύλλας ἐργασάμενος ἐπέστησεν αὖθις ἔνθα καὶ τὰ πρότερα ἦν. καὶ τούτοις ὁ Ἀρχέλαος πύργον ἀνθίστη κατὰ τὸ τεῖχος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION