호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μιθριδάτης μὲν οὖν, ὡς ἐμφανῶς ἤδη πρὸς Ῥωμαίων ἀδικούμενος, ἔπεμπε σὺν πολλῇ χειρὶ τὸν υἱὸν Ἀριαράθην βασιλεύειν Καππαδοκίας.? καὶ εὐθὺς ἦρχεν αὐτῆς ὁ Ἀριαράθης, Ἀριοβαρζάνην ἐκβαλών. Πελοπίδας δὲ ἐς τοὺς Ῥωμαίων στρατηγοὺς αὖθις ἐλθὼν ἔλεγεν ὧδε. "ἃ μὲν ἠδικημένος πρὸς ὑμῶν, ὦ Ῥωμαῖοι, βασιλεὺς Μιθριδάτης ἔφερε, Φρυγίαν τε καὶ Καππαδοκίαν ἀφῃρημένος ἔναγχος, ἠκούσατε: ἃ δὲ Νικομήδης αὐτὸν ἔβλαπτεν, ὁρῶντες ὑπερείδετε. φιλίαν τε καὶ συμμαχίαν ἡμῖν προφέρουσιν, ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλ ἐγκαλουμένοις ἀπεκρίνασθε μὴ νομίζειν συμφέρειν τοῖς Ῥωμαίων πράγμασι βλάπτεσθαι Νικομήδη οἱά῀περ αὐτὸν ἀδικούμενον. ὑμεῖς οὖν αἴτιοι τῷ κοινῷ Ῥωμαίων τοῦδε τοῦ περὶ Καππαδοκίαν γεγονότος: διὰ γὰρ ὑμᾶς, ὧδε μὲν ἡμᾶς ὑπερορῶντας ὧδε δὲ σοφίζοντας ἐν ταῖς ἀποκρίσεσιν, οὕτως ἔπραξεν ὁ Μιθριδάτης. καὶ πρεσβεύσεται καθ ὑμῶν ἐς τὴν ὑμετέραν βουλήν, ἐφ ἣν ὑμῖν ἀπολογησομένοις ἐπαγγέλλει παρεῖναι, φθάνειν δὲ μηδέν, μηδ ἐξάρχειν ἄνευ τοῦ κοινοῦ τῶν Ῥωμαίων τοσοῦδε πολέμου, ἐνθυμουμένους ὅτι Μιθριδάτης βασιλεύει μὲν τῆς πατρῴας ἀρχῆς, ἣ δισμυρίων ἐστὶ σταδίων τὸ μῆκος, προσκέκτηται δὲ πολλὰ περίχωρα, καὶ Κόλχους, ἔθνος ἀρειμανές, Ἑλλήνων τε τοὺς ἐπὶ τοῦ Πόντου κατῳκισμένους, καὶ βαρβάρων τοὺς ὄντας ὑπὲρ αὐτούς. φίλοις δ ἐς πᾶν τὸ κελευόμενον ἑτοίμοις χρῆται Σκύθαις τε καὶ Ταύροις καὶ Βαστέρναις καὶ Θρᾳξὶ καὶ Σαρμάταις καὶ πᾶσι τοῖς ἀμφὶ Τάναϊ´ν τε καὶ Ἴστρον καὶ τὴν λίμνην ἔτι τὴν Μαιώτιδα. Τιγράνης δ ὁ Ἀρμένιος αὐτῷ κηδεστής ἐστι, καὶ Ἀρσάκης ὁ Παρθυαῖος φίλος. νεῶν τε πλῆθος ἔχει, τὸ μὲν ἕτοιμον τὸ δὲ γιγνόμενον ἔτι, καὶ παρασκευὴν ἐς πάντα ἀξιόλογον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기