호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧδε μὲν καὶ οἱ Νικομήδουσ ἔλεξαν· ἐπελθὼν δὲ αὖθισ ὁ Πελοπίδασ ἐσ τὸ τῶν Ῥωμαίων συνέδριον περὶ μὲν τῶν πάλαι γεγονότων, εἴ τι Νικομήδησ ἐπιμέμφοιτο, δικάσαι Ῥωμαίουσ ἠξίου, τὰ δὲ νῦν ἑ̓ν ὄψει γὰρ ὑμῶν γέγονε, τῆσ τε γῆσ τῆσ Μιθριδάτου δῃουμένησ καὶ τῆσ θαλάττησ ἀποκεκλεισμένησ καὶ λείασ τοσῆσδε ἐλαυνομένησ̓ οὐ λόγων ἔφη χρῄζειν οὐδὲ κρίσεωσ, "ἀλλ’ αὖθισ ὑμᾶσ παρακαλοῦμεν ἢ κωλύειν τὰ γιγνόμενα ἢ Μιθριδάτῃ συμμαχεῖν ἀδικουμένῳ, ἢ τελευταῖον, ὦ ἄνδρεσ Ῥωμαῖοι, μηδὲ κωλύειν ἀμυνόμενον, ἀλλ’ ἀμφοῖν ἐκστῆναι τοῦ πόνοῦ. " τοσαῦτα τοῦ Πελοπίδου παλιλλογήσαντοσ, ἔγνωστο μὲν ἐκ πολλοῦ τοῖσ Ῥωμαίων στρατηγοῖσ ἐπικουρεῖν Νικομήδει, καὶ ἐσ ὑπόκρισιν τῆσ ἀντιλογίασ ἠκροῶντο· τὰ δὲ εἰρημένα ὅμωσ ὑπὸ τοῦ Πελοπίδου, καὶ τὴν τοῦ Μιθριδάτου φιλίαν ἐνσύνθηκον ἔτι οὖσαν, αἰδούμενοι ἠπόρουν ἀποκρίσεωσ ἐπὶ πολύ, μέχρι ἐπιστήσαντεσ μετὰ σοφίασ ὧδε ἀπεκρίναντο. "οὔτε Μιθριδάτην ἄν τι βουλοίμεθα πάσχειν ἄχαρι πρὸσ Νικομήδουσ, οὔτε Νικομήδουσ ἀνεξόμεθα πολεμουμένου· οὐ γὰρ ἡγούμεθα Ῥωμαίοισ συμφέρειν βλάπτεσθαι Νικομήδη. " ταῦτα δ’ εἰπόντεσ τὸν Πελοπίδαν, βουλόμενον διελέγχειν τῆσ ἀποκρίσεωσ τὴν ἀπορίαν, ἀπέπεμψαν ἐκ τοῦ συνεδρίου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기