호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίασ· τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆσ βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆσ γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίασ ἦν ὁ κυνηγὸσ ἐπίκλησιν, ᾧ Περσεὺσ ὁ Μακεδόνων βασιλεὺσ τὴν ἀδελφὴν ἠγγύησεν. καὶ οὐ πολὺ ὕστερον Περσέωσ καὶ Ῥωμαίων ἐσ χεῖρασ ἐπ’ ἀλλήλουσ ἰόντων, ὁ Προυσίασ οὐδετέροισ συνεμάχει. Περσέωσ δ’ ἁλόντοσ ἀπήντησε τοῖσ Ῥωμαίων στρατηγοῖσ εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενοσ, ὃ καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένοσ καὶ πῖλον ἐπικείμενοσ, ᾧ τρόπῳ τινὲσ προϊάσι τῶν ἐν διαθήκαισ ἐλευθερωθέντων, αἰσχρὸσ ὢν καὶ τἆλλα ὀφθῆναι καὶ βραχύσ. ἐντυχὼν δ’ αὐτοῖσ ἔφη ῥωμαϊστὶ τῷ ῥήματι "Ῥωμαίων εἰμὶ λίβερτοσ," ὅπερ ἐστὶν ἀπελεύθεροσ. γέλωτα δὲ παρασχὼν ἐσ Ῥώμην ἐπέμφθη, καὶ φανεὶσ κἀνταῦθα γελοῖοσ ἔτυχε συγγνώμησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기