호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ Σέλευκος μὲν οὕτω τελευτᾷ, τρία καὶ ἑβδομήκοντα ἔτη βιώσας, καὶ βασιλεύσας αὐτῶν δύο καὶ τεσσαράκοντα.? καὶ μοι δοκεῖ καὶ ἐς τοῦτο αὐτῷ συνενεχθῆναι τὸ αὐτὸ λόγιον, "μὴ σπεῦδ Εὐρώπηνδ: Ἀσίη τοι πολλὸν ἀμείνων. " ἡ γὰρ Λυσιμάχεια τῆς Εὐρώπης ἐστί, καὶ τότε πρῶτον ἀπὸ τῆς Ἀλεξάνδρου στρατείας ἐς τὴν Εὐρώπην διεπέρα. λέγεται δὲ καὶ περὶ αὐτοῦ τοῦ θανάτου ποτὲ αὐτῷ χρωμένῳ λόγιον προαγορευθῆναι "Ἄργος ἀλευόμενος τὸ πεπρωμένον εἰς ἔτος ἥξεις: εἰ δ Ἄργει πελάσαις, τότε κεν παρὰ μοῖραν ὄλοιο. " ὁ μὲν δὴ Ἄργος τὸ Πελοποννήσιον καὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἄργος τὸ ἐν Ὀρεστείᾳ ὅθεν οἱ Ἀργεάδαι Μακεδόνες᾿ καὶ τὸ ἐν τῷ Ιὀνίῳ λεγόμενον οἰκίσαι Διομήδην ἀλώμενον, καὶ εἴ τί που γῆς ἄλλο Ἄργος ἐκαλεῖτο, πάντα ἀνεζήτει καὶ ἐφυλάσσετο: ἀναβαίνοντι δ ἐς τὴν Λυσιμάχειαν αὐτῷ ἀπὸ τοῦ Ἑλλησπόντου βωμὸς ἦν ἐν ὄψει μέγας τε καὶ περιφανής, καὶ πυθόμενος αὐτὸν ἢ τοὺς Ἀργοναύτας στήσασθαι παραπλέοντας ἐς Κόλχους ἢ τοὺς Ἀχαιοὺς ἐπὶ Ἴλιον στρατεύοντας, καὶ διὰ τοῦτο ἔτι τὸν βωμὸν τοὺς περιχώρους Ἄργος καλεῖν, ἢ διὰ τὴν ναῦν διαφθείροντας τὸ ὄνομα ἢ διὰ τὴν πατρίδα τῶν Ἀτρειδῶν, κτείνεται, ταῦτα ἔτι μανθάνων, ὑπὸ τοῦ Πτολεμαίου προσπεσόντος ὄπισθεν. καὶ Σέλευκον μὲν ἔκαιε Φιλέταιρος ὁ Περγάμου δυναστεύσας, πολλῶν χρημάτων τὸ σῶμα τὸν κεραυνὸν αἰτήσας, καὶ τὰ λείψανα ἔπεμπεν Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ. ὁ δ ἐν Σελευκείᾳ τῇ πρὸς θαλάσσῃ ἀπέθετο, καὶ νεὼν αὐτῷ ἐπέστησε καὶ τέμενος περιέθηκε: καὶ τὸ τέμενος Νικατόρειον ἐπικλῄζεται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기