- 텍스트

Appian, The Foreign Wars, chapter 9 1:

(아피아노스, The Foreign Wars, chapter 9 1:)

Ἀλλὰ τάδε μὲν ἐντελῶς ἐν τῇ Παρθικῇ συγγραφῇ λέξω:? τῆς δὲ βίβλου τῆσδε οὔσης Συριακῆς, ὅπως μὲν ἔσχον Συρίαν Ῥωμαῖοι καὶ συνέστησαν ἐς τὰ νῦν ὄντα, εἴρηται, οὐκ ἀπεικὸς δὲ τὰ Μακεδόνων ἐπιδραμεῖν. οἳ πρὸ Ῥωμαίων Συρίας ἐβασίλευον. Ἀλέξανδρος μὲν δὴ βασιλεὺς ἦν ἐπὶ Πέρσαις Σύρων, ὁ καὶ πάντων βασιλεὺς ὅσων εἶδεν: Ἀλεξάνδρου δ ἀποθανόντος ἐπὶ παισὶ τῷ μὲν βραχεῖ πάνυ τῷ δὲ ἔτι κυϊσκομένῳ, οἱ μὲν Μακεδόνες, πόθῳ τοῦ Φιλιππείου γένους, εἵλοντο σφῶν βασιλεύειν Ἀριδαῖον τὸν ἀδελφὸν Ἀλεξάνδρου, καίπερ οὐκ ἔμφρονα νομιζόμενον εἶναι, μετονομάσαντες δὴ Φίλιππον ἀντὶ Ἀριδαίου, τρεφομένων ἔτι τῶν παίδων Ἀλεξάνδρου ἑ᾿φύλαξαν γὰρ δὴ καὶ τὴν κύουσαν᾿, οἱ φίλοι δ ἐς σατραπείας ἐνείμαντο τὰ ἔθνη, Περδίκκου διανέμοντος αὐτοῖς ὑπὸ τῷ βασιλεῖ Φιλίππῳ. καὶ οὐ πολὺ ὕστερον τῶν βασιλέων ἀποθανόντων βασιλεῖς ἐγένοντο οἱ σατράπαι. Σύρων δὴ πρῶτος γίγνεται σατράπης Λαομέδων ὁ Μιτυληναῖος ἔκ τε Περδίκκου καὶ ἐξ Ἀντιπάτρου τοῦ μετὰ τὸν Περδίκκαν προστατεύσαντος τῶν βασιλέων. Λαομέδοντα δ ἐπιπλεύσας Πτολεμαῖος ὁ τῆς Αἰγύπτου σατράπης ἔπειθε πολλοῖς χρήμασιν ἐγχειρίσαι οἱ τὴν Συρίαν, προβολήν τε οὖσαν Αἰγύπτου καὶ ἐπιχείρημα κατὰ Κύπρου. καὶ οὐ πειθόμενον συλλαμβάνει: ὁ δὲ τοὺς φύλακας διαφθείρας πρὸς Ἀλκέταν ἔφυγεν ἐς Καρίαν. καί τινα χρόνον ὁ Πτολεμαῖος ἦρχε Συρίας, καὶ φρουρὰς ἐν ταῖς πόλεσι καταλιπὼν ἐς Αἴγυπτον ἀπέπλει.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION