- 텍스트

Appian, The Foreign Wars, chapter 7 4:

(아피아노스, The Foreign Wars, chapter 7 4:)

Καί τινες τὸν Σκιπίωνα ἐπανελθόντα διέβαλλον ἐπὶ τῷδε, καὶ δήμαρχοι δύο δωροδοκίας αὐτὸν ἐγράψαντο καὶ προδοσίας.? ὁ δὲ ἀδοξῶν καὶ ὑπερορῶν τοῦ ἐγκλήματος, ἐπεὶ συνῆλθε τὸ δικαστήριον ἧς ἡμέρας ποτὲ Καρχηδόνα παρεστήσατο, θυσίαν προύπεμψεν ἐς τὸ Καπιτώλιον, καὶ ἐς τὸ δικαστήριον αὐτὸς παρῆλθεν ἐπὶ λαμπροῦ σχήματος ἀντὶ οἰκτροῦ καὶ ταπεινοῦ τῶν ὑπευθύνων, ὡς εὐθὺς ἐπὶ τῷδε πάντας ἐκπλῆξαί τε καὶ ἐς εὔνοιαν, ὡς ἐπὶ χρηστῷ δὴ συνειδότι μεγαλοφρονούμενον, προσαγαγέσθαι. λέγειν δὲ ἀρξάμενος τῆς μὲν κατηγορίας οὐδ ἐπεμνήσθη, τὸν δὲ βίον ἑαυτοῦ καὶ ἐπιτηδεύματα καὶ ἔργα πάντα ἐπεξῄει, καὶ πολέμους ὅσους ἐπολέμησεν ὑπὲρ τῆς πατρίδος, καὶ ἕκαστον αὐτῶν ὡς ἐπολέμησεν, ὁσάκις τε ἐνίκησεν, ὡς ἐγγενέσθαι τοῖς ἀκροωμένοις τι καὶ ἡδονῆς διὰ τὴν ἱστορίαν τῆς σεμνολογίας. ἐπεὶ δέ ποτε προῆλθεν ἐπὶ Καρχηδόνα, ἐξάρας ἐς φαντασίαν τάδε μάλιστα, καὶ ὁρμῆς αὐτός τε ἐμπλησθεὶς καὶ τὸ πλῆθος ἐμπλήσας, εἶπεν ὅτι τῆσδε τῆς ἡμέρας ἐγὼ τάδε ἐνίκων καὶ Καρχηδόνα ὑμῖν, ὦ πολῖται, περιεποίουν, τὴν τέως ὑμῖν ἐπιφοβωτάτην. ἄπειμι δὴ θύσων τῆς ἡμέρας ἐς τὸ Καπιτώλιον: καὶ ὑμῶν ὅσοι φιλοπόλιδες, τῆς θυσίας μοι, γιγνομένης ὑπὲρ ὑμῶν συνάψασθε. ταῦτα ἔφη, καὶ ἐς τὸ Καπιτώλιον ἔθει, μηδὲν τῆς δίκης φροντίσας. εἵπετο δ αὐτῷ τὸ πλῆθος καὶ οἱ πλέονες τῶν δικαστῶν σὺν εὐφήμῳ βοῇ, καὶ θύοντι ὅμοια ἐπεφώνουν. οἱ κατήγοροι δὲ ἠποροῦντο, καὶ οὔτε αὐτῷ τὴν δίκην αὖθις ὡς ἀτέλεστον ἐτόλμησαν ἐπιγράψαι, οὔτε μέμψασθαι δημοκοπίας, δυνατώτερον αὐτοῦ τὸν βίον εἰδότες ὑπονοίας τε καὶ διαβολῆς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION