호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ οἱ μὲν τὸν χειμῶνα ὅλον ἐν τούτῳ παρασκευῆς ἦσαν, ὁ δ Ἀντίοχος ἤλαυνεν ἐπὶ Θετταλούς, καὶ γενόμενος ἐν Κυνὸς κεφαλαῖς, ἔνθα τὸ πταῖσμα τοῖς Μακεδόσιν ὑπὸ Ῥωμαίων ἐγεγένητο, τὰ λείπανα τῶν τότε πεσόντων ἄταφα ἔτι ὄντα μεγαλοπρεπῶς ἔθαπτε, δημοκοπῶν ἐς Μακεδόνας, καὶ Φίλιππον αὐτοῖς διαβάλλων οὐ θάψαντα τοὺς ὑπὲρ αὐτοῦ πεσόντας.? ὧν πυθόμενος ὁ Φίλιππος, ἐνδοιάζων ἔτι καὶ περισκοπῶν ὁποτέρωσε προσθοῖτο, αὐτίκα εἵλετο τὰ Ῥωμαίων, Βαίβιόν τε στρατηγὸν αὐτῶν, ἄρχοντά τινος πλησίον στρατοῦ, καλέσας ἐλθεῖν ἔς τι χωρίον, πίστεις αὖθις ἐδίδου Ῥωμαίοις ἀδόλως συμμαχήσειν κατ Αντιόχου. ἐφ οἷς αὐτὸν ὁ Βαίβιος ἐπῄνει, καὶ θαρρήσας αὐτίκα ἔπεμπε διὰ τῆς Μακεδονίας Ἄππιον Κλαύδιον μετὰ δισχιλίων πεζῶν ἐς Θεσσαλίαν. καὶ ὁ Ἄππιος ἀπὸ τῶν Τεμπῶν Ἀντίοχον Λαρίσῃ παρακαθ ήμενον ἰδὼν πῦρ πολὺ ἤγειρεν, ἐπικρύπτων τὴν ὀλιγότητα. καὶ ὁ Ἀντίοχος, ὡς Βαιβίου καὶ Φιλίππου παρόντων διαταραχθείς, ἐξέλιπε τὴν πολιορκίαν, πρόφασιν τὸν χειμῶνα ποιούμενος, καὶ ἐς Χαλκίδα παρῆλθεν, ἔνθα κόρης εὐπρεποῦς ἔρωτι ἁλούς, ὑπὲρ ἔτη πεντήκοντα γεγονὼς καὶ τοσόνδε πόλεμον διαφέρων, ἔθυε γάμους καὶ πανηγύρεις ἦγε, καὶ τὴν δύναμιν ἐς πᾶσαν ἀργίαν καὶ τρυφὴν ἐπὶ τὸν χειμῶνα ὅλον ἀνῆκεν. ἀρχομένου δ ἦρος ἐμβαλὼν ἐς Ἀκαρνανίαν ᾔσθετο μὲν τῆς ἀργίας τοῦ στρατοῦ δυσέργου πρὸς ἅπαντα ὄντος, καὶ τότε τῶν γάμων αὐτῷ καὶ τῆς πανηγύρεως μετέμελεν: ὑπαγαγόμενος δ ὅμως τινὰ τῆς Ἀκαρνανίας, καὶ τὰ λοιπὰ πολιορκῶν, ἐπεὶ τάχιστα Ῥωμαίους ἐπύθετο περᾶν τὸν Ιὄνιον, ἐς Χαλκίδα ἀνεζεύγνυ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기