호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀμύνανδρόσ τε, ὁ Ἀθαμάνων βασιλεύσ, ἐσ συμμαχίαν Ἀντιόχῳ συνῆλθε διὰ τοιᾶσδε προφάσεωσ. τῶν τισ Μακεδόνων Ἀλέξανδροσ, ἐν Μεγάλῃ πόλει τραφεὶσ καὶ τῆσ αὐτόθι πολιτείασ ἀξιωθείσ, ἐτερατεύετο γένοσ Ἀλεξάνδρῳ τῷ Φιλίππου προσήκειν, γενομένουσ τέ οἱ παῖδασ ὠνόμασεν, ἐσ πίστιν ὧν ἐλογοποίει, Φίλιππόν τε καὶ Ἀλέξανδρον καὶ Ἀπάμαν, ἣν Ἀμυνάνδρῳ πρὸσ γάμον ἠγγύησεν. ἀγαγὼν δ’ αὐτὴν Φίλιπποσ ὁ ἀδελφὸσ ἐσ τὸν γάμον, ἐπεὶ τὸν Ἀμύνανδρον εἶδεν ἀσθενῆ καὶ πραγμάτων ἄπειρον, παρέμενε, τὴν ἀρχὴν διὰ τὸ κῆδοσ διοικῶν. τοῦτον οὖν τὸν Φίλιππον ὁ Ἀντίοχοσ τότε ἐπελπίζων ἐσ τὴν Μακεδόνων ἀρχὴν ὡσ οἰκείαν οἱ κατάξειν, προσέλαβε τοὺσ Ἀθαμᾶνασ ἐσ τὴν συμμαχίαν, ἐπὶ δ’ αὐτοῖσ καὶ Θηβαίουσ, αὐτὸσ ἐσ Θήβασ παρελθών τε καὶ δημηγορήσασ. Ὁ μὲν δὴ Θηβαίοισ τε καὶ Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖσ ἐπὶ τοσῷδε πολέμῳ μάλα ματαίωσ ἐθάρρει, καὶ ἐσ Θεσσαλίαν ἐσκόπει πότερον εὐθὺσ ἢ μετὰ χειμῶνα δέοι στρατεύειν· Ἀννίβαν δ’ ἐπὶ τῇ σκέψει τῇδε ἡσυχάζοντα ἐκέλευε γνώμην πρῶτον ἐσενεγκεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기