- 텍스트

Appian, The Foreign Wars, chapter 3 1:

(아피아노스, The Foreign Wars, chapter 3 1:)

Ὁ δ Ἀντίοχος ἐκ Πισιδῶν ἐς τὴν Ἔφεσον ἐπανῄει, καὶ χρηματίσας τοῖς Ῥωμαίων πρέσβεσι Ῥοδίους μὲν καὶ Βυζαντίους καὶ Κυζικηνούς, καὶ ὅσοι ἄλλοι περὶ τὴν Ἀσίαν εἰσὶν Ἕλληνες, αὐτονόμους ἐπηγγείλατο ἐάσειν, εἰ γίγνοιντο αὑτῷ συνθῆκαι πρὸς Ῥωμαίους, Αἰολέας δὲ καὶ Ιὤνας οὐ συνεχώρει ὡς ἐκ πολλοῦ καὶ τοῖς βαρβάροις βασιλεῦσι τῆς Ἀσίας εἰθισμένους ὑπακούειν.? οἱ μὲν δὴ Ῥωμαίων πρέσβεις ἐς οὐδὲν αὐτῷ συμβαίνοντες οὑ᾿ γὰρ ἐπ ἔργῳ συμβάσεων ἐληλύθεσαν ἀλλ ἐς ἀπόπειραν᾿ ᾤχοντο ἐς Ῥώμην: Ἀντιόχῳ δ ἧκον Αἰτωλῶν πρέσβεις, ὧν Θόας ἦρχεν, αὐτοκράτορά τε στρατηγὸν Αἰτωλῶν Ἀντίοχον ἀποφαίνοντες, καὶ διαπλεῖν ἐς τὴν Ἑλλάδα ἤδη παρακαλοῦντες ὡς ἐπὶ ἔργον ἕτοιμον. οὐδὲ εἰών ἀναμένειν τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας τῆς ἄνω κατιοῦσαν, ἀλλὰ τὰ Αἰτωλῶν ὑπερεπαίροντες, καὶ Λακεδαιμονίους ἐπαγγελλόμενοι σφίσι καὶ Φίλιππον ἐπὶ τοῖς Λακεδαιμονίοις τὸν Μακεδόνα, Ῥωμαίοις μηνίοντα, συμμαχήσειν, ἐπέσπερχον ἐς τὴν διάβασιν. ὁ δ ἠρεθίζετο μάλα κουφόνως, καὶ οὐδὲ τοῦ παιδὸς αὐτῷ προσαγγελθέντος ἐν Συρίᾳ τεθνάναι τῆς ὁρμῆς τι ἐνδούς, διέπλει μετὰ μυρίων ὧν τότε εἶχε μόνων ἐς Εὔβοιαν. καὶ τήνδε μὲν αὐτὸς παρεστήσατο ἅπασαν, ἐνδοῦσαν ὑπὸ ἐκπλήξεως: Μικιθίων δέ, αὐτοῦ στρατηγός, τοῖς περὶ Δήλιον Ῥωμαίοις ἐπιπεσὼν ἱερὸν δ ἐστὶ τὸ χωρίον Ἀπόλλωνος᾿ τοὺς μὲν αὐτῶν ἔκτεινε, τοὺς δ ἐζώγρησεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION