호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὕτω μὲν ἀπ ἀλλήλων ἄπρακτοι διεκρίθησαν, ἀπορρηγνύντες ἤδη τὰς ἀπειλὰς ἐς τὸ φανερώτερον:? λόγου δὲ καὶ δόξης ἐμπεσούσης ὅτι Πτολεμαῖος ὁ φιλοπάτωρ ἀποθάνοι, κατὰ σπουδὴν ὁ Ἀντίοχος ἀπῄει ὡς Αἴγυπτον ἔρημον ἄρχοντος ἁρπασόμενος. καὶ αὐτῷ κατὰ Ἔφεσον Ἀννίβας ὁ Καρχηδόνιος συμβάλλει, φεύγων τὴν πατρίδα δι ἐχθρῶν διαβολάς, οἳ Ῥωμαίοις αὐτὸν ἔφασκον εἶναι δύσερίν τε καὶ φιλοπόλεμον καὶ οὔποτε εἰρηνεύειν δυνάμενον. τότε δ ἦν ὅτε Καρχηδόνιοι Ῥωμαίοις ὑπήκουον ἔνσπονδοι. Ἀννίβαν μὲν δὴ διώνυμον ἐπὶ στρατηγίαις ὄντα ὁ Ἀντίοχος ὑπεδέχετο λαμπρῶς καὶ εἶχεν ἀμφ αὑτόν: περὶ δὲ τὴν Λυκίαν Πτολεμαῖον περιεῖναι μαθὼν Αἰγύπτου μὲν ἀπέγνω, Κύπρον δ ἐλπίσας αἱρήσειν ἀντὶ Αἰγύπτου διέπλει κατὰ τάχος ἐπ αὐτήν. χειμῶνι δ ἀμφὶ τὸν Σάρον ποταμὸν συμπεσών, καὶ πολλὰς τῶν νεῶν ἀποβαλών, ἐνίας δ αὐτοῖς ἀνδράσι καὶ φίλοις, ἐς Σελεύκειαν τῆς Συρίας κατέπλευσε, καὶ τὸν στόλον κατεσκεύαζε πεπονημένον. γάμους τε τῶν παίδων ἔθυεν, Ἀντιόχου καὶ Λαοδίκης, ἀλλήλοις συναρμόζων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기