- 텍스트

Appian, The Foreign Wars, chapter 5 1:

(아피아노스, The Foreign Wars, chapter 5 1:)

Οἱ Δαλμάται δ ἐξ οὗ τὰς ὑπὸ Γαβινίῳ πέντε τάξεις ἀνῃρήκεσαν καὶ τὰ σημεῖα εἰλήφεσαν, ἐπαρθέντες ἐπὶ τῷδε τὰ ὅπλα οὐκ ἀπετέθειντο ἔτεσιν ἤδη δέκα, ἀλλὰ καὶ τοῦ Καίσαρος ἐπιόντος αὐτοῖς συμμαχήσειν ἀλλήλοις συνετίθεντο.? καὶ ἦσαν οἱ μαχιμώτατοι μυρίων καὶ δισχιλίων πλείους, ὧν στρατηγὸν Οὐέρσον αἱροῦνται. ὁ δὲ Πρωμόναν αὖθις, τὴν τῶν Λιβυρνῶν πόλιν, καταλαβὼν ὠχύρου, καὶ τἆλλα οὖσαν ἐκφυῶς ὀχυρωτάτην: ὄρειον γάρ ἐστι τὸ χωρίον, καὶ αὐτῷ περίκεινται λόφοι πάντοθεν ὀξεῖς οἱᾶ πρίονες. ἐν μὲν δὴ τῇ πόλει τὸ πλέον ἦν, ἐν δὲ τοῖς λόφοις διέθηκεν Οὐέρσος φρούρια: καὶ πάντες ἐφεώρων τὰ Ῥωμαίων ἀφ ὑψηλοῦ. ὁ δὲ Καῖσαρ ἐς μὲν τὸ φανερὸν πάντας ἀπετείχιζε, λάθρᾳ δὲ τοὺς εὐτολμοτάτους ἔπεμπε ζητεῖν ἄνοδον ἐς τὸν ἀκρότατον τῶν λόφων. καὶ οἱ μέν, τῆς ὕλης αὐτοὺς ἐπικαλυπτούσης, νυκτὸς ἐμπίπτουσι τοῖς φύλαξιν εὐναζομένοις, καὶ κτείνουσιν αὐτούς, καὶ τῷ Καίσαρι κατέσεισαν ὑπὸ λύγῃ: ὁ δὲ τῆς τε πόλεως ἐς πεῖραν ᾔει τῷ πλέονι στρατῷ, καὶ ἐς τὸ εἰλημμένον ἄκρον ἑτέρους ἐφ ἑτέροις ἔπεμπεν, οἳ τοῖς ἄλλοις λόφοις ἐπικατῄεσαν. φόβος τε καὶ θόρυβος ἦν τοῖς βαρβάροις ὁμοῦ πᾶσιν ἐπιχειρουμένοις πάντοθεν: μάλιστα δὲ οἱ ἐν τοῖς λόφοις ἔδεισαν διὰ τὸ ἄνυδρον, μὴ τῶν διόδων ἀφαιρεθῶσιν. καὶ συμφεύγουσιν ἐς τὴν Πρωμόναν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION