- 텍스트

Appian, The Foreign Wars, chapter 4 9:

(아피아노스, The Foreign Wars, chapter 4 9:)

Οἱ Σεγεστανοὶ δὲ πᾶσαν πολιορκίαν ὑποστάντες ἡμέρᾳ τριακοστῇ κατὰ κράτος ἐλήφθησαν, καὶ τότε πρῶτον ἤρξαντο ἱκετεύειν.? καὶ αὐτοὺς ὁ Καῖσαρ ἐπαίνῳ τε τῆς ἀρετῆς καὶ ἐλέῳ τῆς ἱκεσίας οὔτε ἔκτεινεν οὔτε ἀνέστησεν, ἀλλὰ χρήμασιν ἐζημίωσε, καὶ τῆς πόλεως μέρος διατειχίσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν πέντε καὶ εἴκοσι σπειρῶν. καὶ ὁ μὲν τάδ ἐργασάμενος ἐς Ῥώμην ἀνέζευξεν, ὡς ἦρος ἐπανήξων ἐς τὴν Ἰλλυρίδα. φήμης δ ἐπιδραμούσης ὅτι τὴν φρουρὰν οἱ Σεγεστανοὶ διέφθειραν, ἐξέθορε χειμῶνος. καὶ τὸ μὲν τέλος τῆς φήμης ψευδὲς ηὑρ῀ε, τὴν δὲ αἰτίαν ἀληθῆ: ἐγεγόνεσαν γὰρ ἐν κινδύνῳ, τῶν Σεγεστανῶν αὐτοὺς ἄφνω περιστάντων, καὶ πολλοὺς τὸ αἰφνίδιον ἀπωλωλέκει, τῆς δ ἐπιούσης προελθόντες ἐκράτουν τῶν Σεγεστανῶν. ὁ οὖν Καῖσαρ ἐπὶ Δαλμάτας μετῄει, γένος ἕτερον Ἰλλυριῶν, Ταυλαντίοις ὅμορον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION