호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπὶ δ ἑτέραν πόλιν ἐχώρει, Μετοῦλον, ἣ τῶν Ιἀπόδων ἐστὶ κεφαλή, κεῖται δ ἐν ὄρει σφόδρα ὑλώδει ἐπὶ δύο λόφων, οὓς διαιρεῖ χαράδρα στενή.? καὶ αὐτὸς ἐς ὑψηλὸν πύργον ἀναβὰς ἑώρα. καὶ ἡ νεότης ἦν ἀμφὶ τοὺς τρισχιλίους μαχίμους τε καὶ σφόδρα εὐόπλους: οἳ Ῥωμαίους τὰ τείχη σφῶν περιστάντας εὐκόλως ἀπεκρούοντο. οἱ δὲ χῶμα ἤγειρον: καὶ οἱ Μετοῦλοι τό τε χῶμα νυκτὸς καὶ ἡμέρας ἐκτρέχοντες ἠνώχλουν, καὶ τοὺς ἄνδρας ἀπὸ τοῦ τείχους μηχαναῖς κατεπόνουν, ἃς ἐσχήκεσαν ἐκ τοῦ πολέμου ὃν Δέκμος Βροῦτος ἐνταῦθα ἐπολέμησεν Ἀντωνίῳ τε καὶ τῷ Σεβαστῷ. πονοῦντος δὲ κἀκείνοις ἤδη τοῦ τείχους, οἵδ ὑπετείχισαν ἔνδοθεν, καὶ τὸ κεκμηκὸς ἐκλιπόντες μετεπήδησαν ἐς τὸ νεότευκτον: οἱ δὲ Ῥωμαῖοι τὸ μὲν ἐκλειφθὲν λαβόντες ἐνέπρησαν, κατὰ δὲ τοῦ ἄλλου δύο χώματα ἔχουν, καὶ ἀπ αὐτῶν γεφύρας τέσσαρας ἐξέτεινον ἐς τὸ τεῖχος. γενομένων δὲ τούτων ὁ Καῖσαρ περιέπεμψέ τινας ἐς τὰ ὀπίσθια τῆς πόλεως, περισπᾶν τοὺς Μετούλους, τοῖς δ ἄλλοις προσέταξε περᾶν ἐς τὰ τείχη. διὰ τῶν γεφυρῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기