- 텍스트

Appian, The Foreign Wars, chapter 2 4:

(아피아노스, The Foreign Wars, chapter 2 4:)

Οὕτω μὲν ὁ Παῦλος ἑβδομήκοντα πόλεις διήρπασεν ὡρ´ᾳ μιᾷ:? Ἀρδεῖοι δὲ καὶ Παλάριοι, γένη ἕτερα Ἰλλυριῶν, τὴν ὑπὸ Ῥωμαίους Ἰλλυρίδα ἐδῄουν, καὶ οἱ Ῥωμαῖοι δι ἀσχολίαν πρέσβεις ἔπεμψαν ἐπιπλήξοντας αὐτοῖς. οὐ μεταθεμένων δὲ ἐκείνων ἐστράτευον ἐπ αὐτοὺς μυρίοις πεζοῖς καὶ ἱππεῦσιν ἑξακοσιοις. οἱ δὲ πυθόμενοι, καὶ ἔτι ὄντες ἀπαράσκευοι, πρέσβεις ἔπεμψαν μεταγιγνώσκοντες καὶ δεόμενοι. καὶ ἡ βουλὴ τὰς βλάβας αὐτοῖς ἐκέλευσεν ἀποδοῦναι τοῖς ἠδικημένοις. οὐκ ἀποδιδόντων δὲ ἐστράτευεν ἐπ αὐτοὺς Φούλουιος Φλάκκος. καὶ ὁ πόλεμος ἄρα μέχρι καταδρομῆς ἔληξε μόνης. οὐ γὰρ ηὑρ῀ον αὐτοῦ τέλος ἀκριβές. Ιἄποσι δὲ τοῖς ἐντὸς Ἄλπεων ἐπολέμησε μὲν Σεμπρώνιος ὁ Τουδιτανὸς ἐπίκλην καὶ Πανδούσας Τιβέριος καὶ ἐοίκασιν οἱ Ιἄποδες αὐτοῖς ὑπακοῦσαι, ἐοίκασι δὲ καὶ Σεγεστανοὶ Λευκίῳ Κόττᾳ καὶ Μετέλλῳ, ἀμφότεροι δ οὐ πολὺ ὕστερον ἀποστῆναι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION