- 텍스트

Appian, The Foreign Wars, chapter 2 3:

(아피아노스, The Foreign Wars, chapter 2 3:)

Τὰ λοιπὰ δ οὔτι μοι πάντα χρόνῳ καὶ τάξει μᾶλλον ἢ κατὰ ἔθνος Ἰλλυριῶν ἕκαστον, ὅσα ηὑρ῀ον, συγγέγραπται.? Ῥωμαῖοι Μακεδόσιν ἐπολέμουν, καὶ Περσεὺς ἦν ἤδη Μακεδόνων βασιλεὺς μετὰ Φίλιππον: Περσεῖ δὲ Γένθιος Ἰλλυριῶν ἑτέρων βασιλεὺς ἐπὶ χρήμασι συνεμάχει, καὶ ἐς τοὺς Ῥωμαίων Ἰλλυριοὺς ἐνέβαλε, καὶ πρέσβεις Ῥωμαίων πρὸς αὐτὸν ἐλθόντας ἔδησεν, αἰτιώμενος οὐ πρέσβεις ἀλλὰ κατασκόπους ἐλθεῖν. Ἀνίκιος δὲ Ῥωμαίων στρατηγὸς λέμβους τε τοῦ Γενθίου τινὰς εἷλεν ἐπιπλεύσας, καὶ κατὰ γῆν αὐτῷ συνενεχθεὶς ἐκράτει τὴν μάχην, καὶ συνέκλεισεν ἔς τι χωρίον, ὅθεν αὐτῷ δεομένῳ ὁ μὲν Ἀνίκιος ἐκέλευσε Ῥωμαίοις ἑαυτὸν ἐπιτρέψαι, ὁ δ ἐς βουλὴν ᾔτησε τρεῖς ἡμέρας, καὶ ἔλαβεν. ἐν δὲ ταύταις τῶν ὑπηκόων αὐτοῦ πρὸς τὸν Ἀνίκιον μετατιθεμένων ἠξίωσεν ἐντυχεῖν τῷ Ἀνικίῳ, καὶ γονυπετὴς ἐδεῖτο αὐτοῦ πάνυ αἰσχρῶς. ὁ δὲ αὐτὸν ἐπιθαρρύνων κατεπτηχότα ἀνίστη, καὶ καλέσας ἐπὶ ἑστίασιν, ἀπιόντα ἀπὸ τοῦ δείπνου προσέταξε τοῖς ὑπηρέταις ἐς φυλακὴν ἐμβαλεῖν. καὶ τόνδε μὲν ἐς θρίαμβον ἅμα τοῖς παισὶν ὁ Ἀνίκιος ἐς Ῥώμην ἤγαγε, καὶ ὁ Γενθίου πόλεμος ἅπας εἴκοσιν ἡμέραις ἐπεπολέμητο: ἑβδομήκοντα δ αὐτοῦ πόλεις οὔσας Αἰμίλιος Παῦλος ὁ τὸν Περσέα ἑλών, τῆς βουλῆς ἐπιστειλάσης ἐν ἀπορρήτῳ, ἐς Ῥώμην παρώδευεν ἐπίτηδες, καὶ δεδιόσιν αὐτοῖς ὑπέσχετο συγγνώσεσθαι τῶν γεγονότων, ἐὰν ὅσον ἔχουσιν ἀργύριόν τε καὶ χρυσίον ἐσενέγκωσιν. ὑποδεξαμένων δ ἐκείνων συνέπεμπεν αὐτοῖς τοῦ στρατοῦ μέρος ἐς πόλιν ἑκάστην, ὁρίσας ἡμέραν τοῖς στρατηγοῦσι τοῦ στρατοῦ πᾶσι τὴν αὐτήν, καὶ ἐντειλάμενος ἅμα ἑῴ κηρύσσειν ἕκαστον ἐν ἑκάστῃ πόλει τρισὶν ὡρ´αις ἐς τὴν ἀγορὰν τὰ χρήματα φέρειν, συνενεγκόντων δὲ τὰ λοιπὰ διαρπάσαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION