호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥωμαῖοι δὲ καὶ τούσδε καὶ Παίονασ ἐπ’ αὐτοῖσ καὶ Ῥαιτοὺσ καὶ Νωρικοὺσ καὶ Μυσοὺσ τοὺσ ἐν Εὐρώτῃ, καὶ ὅσα ἄλλα ὅμορα τούτοισ ἐν δεξιᾷ τοῦ Ἴστρου καταπλέοντι ᾤκηται, διαιροῦσι μὲν ὁμοίωσ τοῖσ Ἕλλησιν ἀπὸ Ἑλλήνων, καὶ καλοῦσι τοῖσ ἰδίοισ ἑκάστουσ ὀνόμασι, κοινῇ δὲ πάντασ Ἰλλυρίδα ἡγοῦνται, ὅθεν μὲν ἀρξάμενοι τῆσδε τῆσ δόξησ, οὐκ ἔσχον εὑρεῖν, χρώμενοι δ’ αὐτῇ καὶ νῦν, ὅπου καὶ τὸ τέλοσ τῶνδε τῶν ἐθνῶν, ἀπὸ ἀνίσχοντοσ Ἴστρου μέχρι τῆσ Ποντικῆσ θαλάσσησ, ὑφ’ ἓν ἐκμισθοῦσι καὶ Ἰλλυρικὸν τέλοσ προσαγορεύουσιν. ὅπωσ δὲ αὐτοὺσ ὑπηγάγοντο Ῥωμαῖοι, ὡμολόγησα μὲν καὶ περὶ Κρήτησ λέγων οὐχ εὑρεῖν τὰσ ἀκριβεῖσ τῶν πολέμων ἀρχάσ τε καὶ προφάσεισ, καὶ ἐσ τοῦτο τοὺσ δυναμένουσ τι πλέον εἰπεῖν παρεκάλουν· ὅσα δ’ αὐτὸσ ἔγνων, ἀναγράψω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기