호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αὐτὸσ δ’ ἐσ τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρασ ἐσ Δελφοὺσ ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρεσ ἄνδρεσ ὑπὸ τὸ τειχίον ὑποστάντεσ ἐπεβούλευον. καὶ ἄλλασ δέ τινασ αἰτίασ οἱ Ῥωμαῖοι ἐσ τὸν Περσέωσ πόλεμον ὡσ οὔπω κεκριμένον προσελάμβανον, καὶ πρέσβεισ ἐσ τοὺσ φίλουσ βασιλέασ, Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου, περιέπεμπον, ἑτέρουσ δ’ ἐσ τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν, καὶ ἐσ τὰσ νήσουσ, ὅσασ δύναιντο προσαγαγέσθαι· ὃ καὶ μάλιστα τοὺσ Ἕλληνασ ἐτάραττεν, ἡδομένουσ μὲν τῷ Περσεῖ φιλέλληνι ὄντι, ἀναγκαζομένουσ δ’ ἐνίουσ Ῥωμαίοισ ἐσ συμβάσεισ χωρεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기