호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον τὸν Περσέα ὑφεωρῶντο:? καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν ἡ τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις, οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί. ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς Βαστέρνας ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν ἱκανὴν καὶ νεότητα γεγυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν. αἰσθόμενος δ ὁ Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις, τὴν ὑπόνοιαν ἐκλύων. ἐν δὲ τούτῳ καὶ Εὐμένης ὁ τῆς περὶ τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα ἧκεν ἐς Ῥώμην, καὶ κατηγόρει φανερῶς αὐτοῦ, παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς γένοιτο ἀεί, καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι, καὶ Φιλίππῳ τε παρασκευὴν τοσήνδε κατ αὐτῶν συναγαγόντι συμπράξειε, καὶ βασιλεὺς γενόμενος οὐδὲν ἐκλύσειεν αὐτῆς ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα, καὶ τὴν Ἑλλάδα ἀμέτρως θεραπεύοι, Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμμαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα ὁρμητήριον, καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλομένους τι πρεσβεῦσαι πρὸς ὑμᾶς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기