- 텍스트

Appian, The Foreign Wars, chapter 5:

(아피아노스, The Foreign Wars, chapter 5:)

Δεξαμένου δὲ πάντα τοῦ Φιλίππου, τὴν μὲν εἰρήνην ἡ βουλὴ μαθοῦσα ἐπεκύρωσε, τὰς δὲ προτάσεις τὰς Φλαμινίνου σμικρύνασα καὶ φαυλίσασα, ἐκέλευσε τὰς πόλεις ὅσαι ἦσαν Ἑλληνίδες ὑπὸ Φιλίππῳ, πάσας ἐλευθέρας εἶναι, καὶ τὰς φρουρὰς ἀπ αὐτῶν Φίλιππον ἐξαγαγεῖν πρὸ τῶν ἐπιόντων Ἰσθμίων, ναῦς τε ὅσας ἔχει, χωρὶς ἑξήρους μιᾶς καὶ σκαφῶν πέντε καταφράκτων, παραδοῦναι τῷ Φλαμινίνῳ, καὶ ἀργυρίου τάλαντα Ῥωμαίοις ἐσενεγκεῖν πεντακόσια μὲν αὐτίκα πεντακόσια δὲ ἔτεσι δέκα, ἑκάστου τὸ μέρος ἔτους ἐς Ῥώμην ἀναφέροντα, ἀποδοῦναι δὲ καὶ αἰχμάλωτα καὶ αὐτόμολα αὐτῶν ὅσα ἔχοι.? τάδε μὲν ἡ βουλὴ προσέθηκε, καὶ Φίλιππος ἐδέξατο ἅπαντα: ᾧ καὶ μάλιστα ἡ σμικρολογία Φλαμινίνου καταφανὴς ἐγένετο. συμβούλους δ ἔπεμπον αὐτῷ, καθάπερ εἰώθεσαν ἐπὶ τοῖς λήγουσι πολέμοις, δέκα ἄνδρας, μεθ ὧν αὐτὸν ἔδει τὰ εἰλημμένα καθίστασθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION