- 텍스트

Appian, The Foreign Wars, chapter 2:

(아피아노스, The Foreign Wars, chapter 2:)

Καὶ τέλος Αἰτωλοί τε πρῶτοι κατὰ σφᾶς, ἄνευ Ῥωμαίων, Φιλίππῳ συνέβησαν, καὶ πρέσβεις αὐτοῦ Φιλίππου καὶ Ῥωμαίων ἐπὶ διαλλαγαῖς ἀφίκοντο ἐς Ῥώμην.? καὶ ἐγένοντο συνθῆκαι Ῥωμαίοις καὶ Φιλίππῳ, μηδετέρους ἀδικεῖν τοὺς ἑκατέρωθεν φίλους. ἐς μὲν δὴ τοῦτ ἔληξεν ἡ Φιλίππου καὶ Ῥωμαίων ἐς ἀλλήλους πεῖρα πρώτη, καὶ τὰς συνθήκας οὐδέτεροι βεβαίους, οὐδ ἀπ εὐνοίας, ἐδόκουν πεποιῆσθαι. Ὅτι μετ οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης στόλον ἐπαγγείλας, Σάμον καὶ Χίον εἷλε, καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε, καὶ αὐτῆς ἀπεπείρασε Περγάμου, μὴ φειδόυενος ἱερῶν ἢ τάφων, τήν τε Ῥοδίων περαίαν ἐδῄου διαλλακτήρων οἱ γεγονότων, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων. λόγος τε ἦν ὅτι Φίλιππος καὶ Ἀντίοχος ὁ Σύρων βασιλεὺς ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ Φίλιππος συστρατεύσειν ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δ Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ Ιὠνίαν. Καὶ τήνδε τὴν δόξαν, ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας. καὶ Αἰτωλοὶ μεταγιγνώσκοντες κατηγόρουν ὡς καὶ περὶ σφᾶς ἀπίστου γεγονότος, ἠξίουν τε αὖθις ἐς τοὺς Ῥωμαίων συμμάχους ἐγγραφῆναι. Ῥωμαῖοι δ Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς, πρέσβεις δ ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ ἐπιχειρεῖν, Φίλιππον δὲ μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐς ἄλλον τινὰ Ῥωμαίων φίλον ἁμαρτάνειν. τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ. οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ Ῥωμαίων ἐς τὴν Ἑλλάδα ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος Λευκίου. Ὅτι ὁ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς τῷ Φλαμινίνῳ . . . σητει, συναγόντων αὐτοὺς Ἠπειρωτῶν πρέσβεων. ὡς δὲ ὁ Φλαμινῖνος Φίλιππον ἐκέλευσεν ἐκστῆναι τῆς Ἑλλάδος οὐ Ῥωμαίοις ἀλλὰ ταῖς πόλεσιν αὐταῖς, καὶ τὰς βλάβας ταῖς προειρημέναις ἀποδοθῆναι, ὁ μὲν Φίλιππος τὰ μὲν . . . Ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις. συιδ. ϝ. εὔζωνοι. Ὅτι Λεύκιος Κοϊ´ντιος ἐς τὸν τῶν Ἀχαιῶν σύλλογον ἀπέστειλε πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥοδίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ τοῦ Φιλίππου, διεπρεσβεύετο δὲ καὶ Φίλιππος αἰτῶν βοήθειαν ὡς συμμάχους. οἱ δὲ ἐνοχλούμενοι μὲν οἰκείῳ καὶ γείτονι πολέμῳ Νάβιδος τοῦ Λακεδαιμονίων τυράννου, διεστῶτες δὲ ταῖς γνώμαις ἠπόρουν, καὶ οἱ πλείονες ᾑροῦντο τὰ Φιλίππου καὶ ἀπεστρέφοντο Ῥωμαίους διά τινα ἐς τὴν Ἑλλάδα Σουλπικίου τοῦ στρατηγοῦ παρανομήματα. ἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων, οἱ πολλοὶ τῆς ἐκκλησίας ἀπεχώρουν δυσχεραίνοντες, καὶ οἱ λοιποὶ διὰ τὴν ὀλιγότητα ἐκβιασθέντες συνέθεντο τῷ Λευκίῳ, καὶ εὐθὺς ἠκολούθουν ἐπὶ Κόρινθον μηχανήματα φέροντες. Ὅτι Φλαμινῖνος αὖθις συνῆλθεν ἐς λόγους Φιλίππῳ κατὰ τὸν Μηλιέα κόλπον, ἔνθα κατηγορούντων τοῦ Φιλίππου Ῥοδίων καὶ Αἰτωλῶν καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμᾶνος ἐκέλευσε Φίλιππον ἐξάγειν τὰς φρουρὰς ἐκ Φωκίδος, καὶ πρέσβεις ἐς Ῥώμην ἀμφοτέρους ἀποστεῖλαι. γενομένων δὲ τούτων, οἱ μὲν Ἕλληνες ἐν τῇ βουλῇ τῇ Ῥωμαίων ἠξίουν τὸν Φίλιππον ἐξαγαγεῖν ἐκ τῆς Ἑλλάδος τὰς τρεῖς φρουρὰς ἃς αὐτὸς πέδας ἐκάλει τῆς Ἑλλάδος, τὴν μὲν ἐν Χαλκίδι: Βοιωτοῖς καὶ Εὐβοεῦσι καὶ Λοκροῖς ἐπικειμένην, τὴν δὲ ἐν Κορίνθῳ καθάπερ πύλαις τὴν Πελοπόννησον ἀποκλείουσαν, καὶ τρίτην ἐν Δημητριάδι τὴν Αἰτωλοῖς καὶ Μάγνησιν ἐφεδρεύουσαν: ἡ δὲ βουλὴ τοὺς Φιλίππου πρέσβεις ἤρετο τί φρονοίη περὶ τῶνδε τῶν φρουρῶν ὁ βασιλεύς, ἀποκριναμένων δὲ ἀγνοεῖν, Φλαμινῖνον ἔφη κρινεῖν, καὶ πράξειν ὅ τι ἂν δίκαιον ἡγῆται. οὕτω μὲν οἱ πρέσβεις ἐκ Ῥώμης ἐπανῄεσαν, Φλαμινῖνος δὲ καὶ Φίλιππος ἐς οὐδὲν συμβαίνοντες ἀλλήλοις αὖθις ἐς πόλεμον καθίσταντο.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION