- 텍스트

Appian, The Foreign Wars, chapter

(아피아노스, The Foreign Wars, chapter)

Ὅτι Ῥωμαῖοι τοῦ Φιλίππου τοῦ Μακεδόνος τοῦ πολεμήσαντος αὐτοῖς πέρι πάμπαν ἐπολυπραγμόνουν οὐδέν, οὐδὲ σφίσιν ἐνθύμιος ἦν ὅλως πονουμένης ἔτι τῆς Ἰταλίας ὑπὸ Ἀννίβου τοῦ Καρχηδονίων στρατηγοῦ, καὶ αὐτοὶ μεγάλοις στρατοῖς Λιβύην καὶ Καρχηδόνα καὶ Ἰβηρίαν περικαθήμενοι, καὶ καθιστάμενοι Σικελίαν.? αὐτὸς δὲ Φίλιππος ἀρχῆς ἐπιθυμίᾳ μείζονος, οὐδέν τι προπαθών, ἔπεμπε πρὸς Ἀννίβαν ἐς τὴν Ἰταλίαν πρέσβεις, ὧν ἡγεῖτο Ξενοφάνης, ὑπισχνούμενος αὐτῷ συμμαχήσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ κἀκεῖνος αὐτῷ σύνθοιτο κατεργάσασθαι τὴν Ἑλλάδα. συμβάντος δ ἐς ταῦτα τοῦ Ἀννίβου καὶ ἐπὶ τῇ συνθήκῃ ὀμόσαντος, πρέσβεις τε ἀντιπέμψαντος ἐπὶ τοὺς ὁρ´κους τοῦ Φιλίππου, Ῥωμαίων τριήρης ἔλαβε τοὺς ἑκατέρων πρέσβεις ἀναπλέοντας, καὶ ἐς Ῥώμην ἐκόμισεν. ἐφ ᾧ Φίλιππος ἀγανακτῶν Κερκύρᾳ προσέβαλεν, ἣ Ῥωμαίοις συνεμάχει. Ότι ἐνῆγε τοὺς Ῥωμαίους τὰ Σιβύλλεια εἰς τὸν Φιλίππου πόλεμον. ἔστι δὲ ταῦτα: αὐχοῦντες βασιλεῦσι Μακηδόνες Ἀργεάδῃσιν, ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος. ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τ ἄνακτας θήσει, ὁ δ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς δ ἑσπερίοισιν ὑπ ἀνδράσιν ἐνθάδ ὀλεῖται.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION