호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Χειμῶνος δ ἀρχομένου τὴν ἐν τῇ χώρᾳ τῶν Καρχηδονίων δύναμίν τε καὶ συμμάχους ὁ Σκιπίων ἔγνω προκαθελεῖν, ὅθεν αὐτοῖς ἀγορὰ διεπέμπετο.? περιπέμψας οὖν ἑτέρωσε ἑτέρους, αὐτὸς ἐς Νέφεριν ἐπὶ Διογένη τὸν μετ Ἀσδρούβαν φρουροῦντα τὴν Νέφεριν ἠπείγετο διὰ τῆς λίμνης, καὶ Γάιον Λαίλιον κατὰ γῆν περιέπεμπεν. ὡς δὲ ἀφίκετο, δύο σταδίους ἀποσχὼν τοῦ Διογένους ἐστρατοπέδευε, καὶ Γολόσσην καταλιπὼν ἐγχειρεῖν ἀπαύστως τῷ Διογένει αὐτὸς ἐπὶ Καρχηδόνος ἠπείγετο: ὅθεν ἐς Νέφερίν τε καὶ Καρχηδόνα διετρόχαζεν, ἀεὶ τὰ γιγνόμενα ἐφορῶν. δύο δὲ τοῦ Διογένους μεσοπυργίων καταπεσόντων ἧκεν ο῟ Σκιπίων, καὶ χιλίους ἐπιλέκτους ὄπισθεν τοῦ Διογένους ἐνεδρεύσας, ἑτέροις ἐκ μετώπου τρισχιλίοις, ἀριστίνδην καὶ τοῖσδε ἐπιλεγομένοις, ἐπέβαινεν ἐπὶ τὰ πεπτωκότα τῶν μεσοπυργίων, οὐκ ἀθρόους ἀναβιβάζων, ἀλλὰ κατὰ μέρη πυκνοὺς ἐπ ἀλλήλοις, ἵνα μηδὲ βιασθέντες οἱ πρῶτοι φυγεῖν δύναιντο διὰ τοὺς ἑπομένους. πολλῆς δὲ βοῆς οὔσης καὶ πόνου, καὶ τῶν Λιβύων ἐς ταῦτα ἐπεστραμμένων, οἱ χίλιοι, καθάπερ αὐτοῖς προείρητο, οὐδενὸς ἐς αὐτοὺς ἀποβλέποντος οὐδ ὑπονοοῦντος ἐνέπεσον ἐς τὸ χαράκωμα εὐτόλμως, καὶ διέσπων αὐτὸ καὶ ὑπερέβαινον. καὶ τῶν πρώτων ἔνδον γενομένων αἴσθησις ἐγίγνετο ταχεῖα, καὶ ἔφευγον οἱ Λίβυες, οὐχ ὅσους ἑώρων, ἀλλὰ πολὺ πλέονας ἡγούμενοι τοὺς ἐσελθόντας εἶναι. Γολόσσης δ αὐτοῖς ἐπιτρέχων σὺν Νομάσι πολλοῖς καὶ ἐλέφασι πολὺν εἰργάζετο φόνον, ὡς ἀπολέσθαι μὲν ἐς ἑπτακισμυρίους σὺν τοῖς ἀχρείοις, ἁλῶναι δ ἐς μυρίους, διαφυγεῖν δ ἀμφὶ τοὺς τετρακισχιλίους. ἑάλω δὲ καὶ ἡ πόλις ἡ Νέφερις ἐπὶ τῷ στρατοπέδῳ, δύο καὶ εἴκοσιν ἡμέραις ἄλλαις πολιορκηθεῖσα πρὸς τοῦ Σκιπίωνος πάνυ κακοπαθῶς ἐν χειμῶνι καὶ ψυχρῷ χωρίῳ. τὸ δὲ ἔργον τόδε μάλιστα συνη ´νεγκεν ἐς τὴν τῆς Καρχηδόνος ἅλωσιν. ἥδε γὰρ ἡ στρατιὰ τὴν ἀγορὰν αὐτοῖς διεπόρθμευε, καὶ ἐς τόδε τὸ στρατόπεδον οἱ Λίβυες ἀφορῶντες ἐθάρρουν. τότε δ αὐτοῦ ληφθέντος καὶ τὰ λοιπὰ τῆς Λιβύης χωρία τοῖς στρατηγοῖς Σκιπίωνος προσεχώρει ἢ οὐ δυσχερῶς ἐλαμβάνετο. ἥ τε ἀγορὰ τοὺς Καρχηδονίους ἐπέλιπε, καὶ οὐδὲν οὔτ ἐκ Λιβύης ἀλλοτρίας ἤδη γενομένης οὔτ ἀλλαχόθεν αὐτοῖς καταπλεῖν ἐδύνατο, διά τε τὸν πόλεμον αὐτὸν καὶ τὴν ὡρ´αν χειμέριον οὖσαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기