호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σκιπίων δὲ γενομένης ἡμέρας ἐπεχειρει τῷ χώματι:? καὶ γὰρ ἦν εὔκαιρον ἐπιτείχισμα τοῦ λιμένος. κριοῖς οὖν το παρατείχισμα τύπτων, καὶ μηχανήματα πολλὰ ἐπάγων, μέρος αὐτοῦ κατέβαλεν. οἱ δὲ Καρχηδόνιοι, καίπερ ὑπὸ λιμοῦ καὶ κακώσεως ποικίλης ἐνοχλούμενοι, νυκτὸς ἐξέδραμον ἐπὶ τὰ Ῥωμαίων μηχανήματα, οὐ κατὰ γῆν οὑ᾿ γὰρ ἦν δίοδος᾿ οὐδὲ ναυσὶν ἁλιτενὴς γὰρ ἦν ἡ θάλασσἀ, ἀλλὰ γυμνοὶ δᾷδας ἔφερον, οὐχ ἡμμένας ἵνα μὴ μακρόθεν εἰε῀ν καταφανεῖς: ἐς δὲ τὴν θάλασσαν ἐμβάντες ᾗ μή τις ἂν προσεδόκησεν, οἱ μὲν ἄχρι τῶν μαστῶν βρεχόμενοι διεβάδιζον, οἱ δὲ καὶ διένεον, ἑώς ἐπὶ τὰ μηχανήματα ἐλθόντες ἐξῆψαν τὸ πῦρ, καὶ κατάφωροι γενόμενοι πολλὰ μὲν ἔπαθον, ἅτε γυμνοὶ τιτρωσκόμενοι, πολλὰ δ ἀντέδρασαν ὑπὸ τόλμης: οἳ καὶ τὰς ἀκίδας τῶν βελῶν καὶ τὰς αἰχμὰς ἐν στέρνοις καὶ ὄψεσι φέροντες οὐκ ἀνίεσαν, ὥσπερ θηρία ταῖς πληγαῖς ἐγκείμενοι, μέχρι τὰ μηχανήματα ἐνέπρησαν καὶ τοὺς Ῥωμαίους ἐτρέψαντο θορυβουμένους. ἔκπληξίς τε καὶ τάραχος ἦν ἀνὰ ὅλον τὸ στρατόπεδον, καὶ φόβος οἱο῀ς οὐ πρίν, ὑπὸ μανίας γυμνῶν πολεμίων, ὥστε δείσας ὁ Σκιπίων μετὰ ἱππέων ἔξω περιέθει, καὶ τοὺς οἰκείους, εἰ μὴ λήξαιεν τῆς φυγῆς, ἐκέλευε βάλλειν. ἔστι δὲ οὓς ἔβαλε καὶ ἀπέκτεινεν, ἑώς οἱ πλείους συνεώσθησαν ἐς τὸ στρατόπεδον ὑπ ἀνάγκης, καὶ διενυκτέρευσαν ἔνοπλοι, τὴν ἀπόγνωσιν τῶν ἐχθρῶν δεδιότες. οἱ δὲ τὰς μηχανὰς ἐμπρήσαντες ἐξένεον αὖθις ἐς τὰ οἰκεῖα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기