호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ μὲν δὴ Σκιπίων ταῦτ εἶπε, καὶ εὐθὺς ἀπήλαυνε τὸ πλῆθος ἀνδρῶν ἀχρείων, καὶ σὺν αὐτοῖς ὅσα περιττὰ καὶ μάταια καὶ τρυφερὰ ἦν.? ἀνεζευγνυε δή. καθαροῦ δὲ τοῦ στρατοῦ γενομένου καὶ περιδεοῦς καὶ ἐς τὰ παραγγελλόμενα ὀξέος, ἀπεπείραζε τῶν καλουμένων Μεγάρων νυκτὸς μιᾶς διχῇ λανθάνων. χωρίον δ ἐστὶν εὐμέγεθες ἐν τῇ πόλει τὰ Μέγαρα, τῷ τείχει παρεζευγμένον: ἐς ὃ τῇ μὲν ἑτέρους περιέπεμπε, τῇ δ αὐτὸς σὺν πελέκεσι καὶ κλίμαξι καὶ μοχλοῖς ἐβάδιζε σταδιους εἴκοσιν ἀψοφητί, μετὰ σιγῆς βαθυτάτης. αἰσθήσεως δ ἄνωθεν, ὅτε μάλιστ ἐπλησίαζε, καὶ βοῆς ἀπὸ τῶν τειχῶν γενομένης, ἀντεβόησεν αὐτός τε πρῶτος καὶ ὁ στρατὸς αὐτοῦ καὶ οἱ ἐπὶ θάτερα ἀπεσταλμένοι μέγιστον, ὡς τῷδε πρώτῳ τοὺς Καρχηδονίους καταπλαγῆναι, τοσούτων ἐχθρῶν ἐν πλευραῖς ἄφνω νυκτὸς ἐπιγενομένων. κατὰ μὲν οὖν τὸ τεῖχος οὐδέν, καίπερ ἐπιχειρῶν, ἤνυεν, ἐς δέ τινος ἰδιώτου πύργον ἔρημον, ἐκτὸς ὄντα τοῦ τείχους καὶ τὸ ὕψος ἴσον ὄντα τῷ τείχει, νεανίας ἀνεβίβασεν εὐτόλμους, οἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίοις ἀνέστελλον, ξύλα τε καὶ σανίδας ἐς τὸ διάστημα ἐπιθέντες καὶ δι αὐτῶν ἐς τὰ τείχη διαδραμόντες καθήλαντο ἐς τὰ Μέγαρα, καὶ πυλίδα κόψαντες ἐδέχοντο τὸν Σκιπίωνα. ὁ δὲ ἐσῆλθε μὲν σὺν ἀνδράσι τετρακισχιλίοις, καὶ φυγη ταχεῖα τῶν Καρχηδονίων ἐς τὴν Βύρσαν ἦν ὡς τῆς ἄλλης πόλεως ἁλούσης. βοή τε ἐγίγνετο ποικίλη καὶ τινῶν αἰχμαλωσία καὶ θόρυβος, ὡς καὶ τοὺς ἔξω στρατοπεδεύοντας ἐκλιπεῖν τὸ χαράκωμα καὶ ἐς τὴν Βύρσαν ὁμοῦ τοῖς ἄλλοις ἀναδραμεῖν. ὁ δὲ Σκιπίων ῾τὸ γὰρ χωρίον, τὰ Μέγαρα, ἐλαχανεύετο καὶ φυτῶν ὡραίων ἔγεμεν, αἱμασιαῖς τε καὶ θριγκοῖς βάτου καὶ ἄλλης ἀκάνθης καὶ ὀχετοῖς βαθέος ὕδατος ποικίλοις τε καὶ σκολιοῖς κατάπλεων ἦν᾿ ἔδεισε μὴ ἄβατον καὶ δυσχερὲς ᾖ στρ ατῷ διώκοντι ἐν ἀγνωσίᾳ μάλιστα διόδων, καί τις ἐν νυκτὶ ἐνέδρα γένοιτο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기