- 텍스트

Appian, The Foreign Wars, chapter 17 5:

(아피아노스, The Foreign Wars, chapter 17 5:)

"Ἐγὼ μεθ ὑμῶν, ὦ ἄνδρες, ὑπὸ Μανιλίῳ στρατηγῷ ταττόμενος, τῆς εὐπειθείας ἐν ὑμῖν μάρτυσιν ἔδωκα πεῖραν, ἣν νῦν ὑμᾶς αἰτῶ στρατηγῶν, κολάσαι μὲν ἐς ἔσχατον ἔχων ἐξουσίαν τοὺς ἀπειθοῦντας, ὠφέλιμον δ ἡγούμενος προαγορεῦσαι.? ἴστε δὲ ἃ πράττετε: καὶ τί με δεῖ λέγειν ἃ αἰσχύνομαι· λῃστεύετε μᾶλλον ἢ πολεμεῖτε, καὶ διαδιδράσκετε, οὐ στρατοπεδεύετε: καὶ πανηγυρίζουσιν ὑπὸ τῶν κερδῶν, οὐ πολιορκοῦσιν ἐοίκατε: καὶ τρυφᾶν ἐθέλετε πολεμοῦντες ἔτι, οὐ νενικηκότες. τοιγάρτοι τὰ τῶν πολεμίων ἐξ ἀέλπτου καὶ βραχέος, οὗ κατέλιπον, ἐς τοσοῦτον ἐπῇρται δυνάμεως, καὶ ἡμῖν ὁ πόνος ἐκ τῆσδε τῆς ῥᾳστώνης γέγονε χαλεπώτερος. τὰς δ αἰτίας εἰ μὲν ἐν ὑμῖν οὔσας ἑώρων, εὐθὺς ἂν ἐκόλαζον: ἐπεὶ δ ἀνατίθημι ἑτέρῳ, νῦν μὲν ὑμᾶς ἀφίημι τῶν μέχρι νῦν γεγονότων. ἥκω δὲ οὐ λῃστεύσων ἔγωγε ἀλλὰ νικήσων, οὐδὲ χρηματιούμενος πρὸ τῆς νίκης, ἀλλὰ τοὺς ἐχθροὺς πρῶτον ἐξεργασόμενος. ἄπιτε πάντες ἐκ τοῦ στρατοπέδου τήμερον, ὅσοι μὴ στρατεύεσθε, χωρὶς τῶν ἐπιτραπησομένων ὑπ ἐμοῦ μένειν. τοῖς δ ἐξιοῦσιν οὐδ ἐπανελθεῖν δίδωμι, πλὴν εἴ τις ἀγορὰν φέροι, καὶ ταύτην στρατιωτικήν τε καὶ ψιλήν. ἔσται δὲ καὶ τούτοις χρόνος ὡρισμένος ἐν ᾧ τὰ ὄντα διαθήσονται, καὶ τῆς πράσεως αὐτῶν ἐγὼ καὶ ὁ ταμίας ἐπιμελησόμεθα. καὶ τάδε μὲν εἰρήσθω τοῖς περιττοῖς, ὑμῖν δὲ τοῖς ἐστρατευμένοις ἓν ἔστω παράγγελμα κοινὸν ἐπὶ πᾶσιν ἔργοις ὁ ἐμὸς τρόπος καὶ πόνος: πρὸς γὰρ τόδε κατευθεύνοντες αὑτοὺς οὔτε προθυμίας ἁμαρτήσεσθε οὔτε χάριτος ἀτυχήσετε. χρὴ δὲ νῦν μὲν πονεῖν, ἐν ᾧ κινδυνεύομεν, τὰ δὲ κέρδη καὶ τὴν τρυφὴν ἐς τὸν πρέποντα καιρὸν ἀναθέσθαι. ταῦτ ἐγὼ προστάσσω καὶ ὁ νόμος, καὶ τοῖς μὲν εὐπειθῶς ἔχουσιν οἴσει πολλὴν ἀγαθῶν ἀμοιβήν, τοῖς δ ἀπειθοῦσι μετάνοιαν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION