- 텍스트

Appian, The Foreign Wars, chapter 17 2:

(아피아노스, The Foreign Wars, chapter 17 2:)

Ὁ μὲν δὴ τάδε διοικησάμενος ἐς Σικελίαν καὶ ἀπὸ Σικελίας ἐς Ἰτύκην ἔπλει:? Καλπούρνιος δὲ Πίσων ἐπολιόρκει τὰ μεσόγεια, καὶ Μαγκῖνος ἐφορμῶν Καρχηδόνι, μέρος τι τοῦ τείχους ἀμελούμενον ἰδών, οὗ κρημνοὶ προύκειντο συνεχεῖς καὶ δύσβατοι, καὶ παρ αὐτὸ ἦν καὶ ἀμελούμενον, ἤλπισε λαθὼν κλίμακας ἐποίσειν ἐπὶ τὸ τεῖχος. καὶ προσέθηκε μέν, καί τινες τῶν στρατιωτῶν ἀνῆλθον εὐτόλμως: οἱ Καρχηδόνιοι δ ὀλίγων ἔτι ὄντων καταφρονήσαντες, ἀνέῳξαν πύλην ἐς τοὺς κρημνοὺς ἐκφέρουσαν, καὶ ἐπὶ τοὺς Ῥωμαίους ἐξέδραμον. καὶ αὐτοὺς οἱ Ῥωμαῖοι τρεψάμενοί τε καὶ διώκοντες ἐς τὴν πόλιν διὰ τῆς πύλης συνεσέδραμον. βοῆς δ ὡς ἐπὶ νίκῃ γενομένης, ὅ τε Μαγκῖνος ἐκφερόμενος ὑπὸ τῆς ἡδονῆς, καὶ τὰ ἄλλα ταχὺς ὢν καὶ κουφόνους, καὶ ὁ ἄλλος ὅμιλος ἅμα τῷ Μαγκίνῳ, τὰς ναῦς ἀφέντες ἐς τὸ τεῖχος ἐβοηδρόμουν ἄνοπλοί τε καὶ γυμνοί. ἤδη δὲ τοῦ θεοῦ περὶ δείλην ἑσπέραν ὄντος, ἐχυρόν τι πρὸς τῷ τείχει καταλαβόντες ἡσύχαζον, τροφῶν δ ἀπορῶν ὁ Μαγκῖνος ἐκάλει Πίσωνα καὶ τοὺς Ἰτυκαίων ἄρχοντας, ἐπικουρεῖν αὑτῷ κινδυνεύοντι καὶ τροφὰς φέρειν κατὰ σπουδήν. καὶ ὁ μὲν ἔμελλεν ἅμ ἑῴ πρὸς τῶν Καρχηδονίων ἐξωθούμενος ἐς τοὺς κρημνοὺς συντριβήσεσθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION