- 텍스트

Appian, The Foreign Wars, chapter 15 4:

(아피아노스, The Foreign Wars, chapter 15 4:)

Οὕτω μὲν δὴ καὶ τούσδε ὁ Σκιπίων περιέσωσεν ἐν ἀπογνώσει γενομένους.? καὶ αὐτὸν ἡ στρατιὰ μακρόθεν ἰδοῦσα ἐξ ἀέλπτου περισεσωσμένον τε καὶ περισώσαντα τοὺς ἑτέρους, μέγα ἠλάλαξαν ἡδόμενοι. καὶ δαιμόνιον αὐτῷ συλλαμβάνειν ἐδόξαζον, ὃ καὶ τῷ πάππῳ Σκιπίωνι προσημαίνειν ἐδόκει τὰ μέλλοντα. ὁ μὲν δὴ Μανίλιος ἀνεζεύγνυεν ἐς τὸ πρὸς τῇ πόλει στρατόπεδον, πολλὴν τίσιν ὑποσχὼν τοῦ μὴ πεισθῆναι Σκιπίωνι τῆς στρατείας ἀποτρέποντι: ἀχθομένων δὲ πάντων ἐπὶ τῇ τῶν πεσόντων ἀταφίᾳ, καὶ μάλιστα ἐπὶ τοῖς χιλιάρχοις, ὁ Σκιπίων τινὰ λύσας τῶν αἰχμαλώτων ἔπεμψε πρὸς Ἀσδρούβαν, καὶ παρῄνει θάψαι τοὺς χιλιάρχους. ὁ δ ἐρευνησάμενος τὰ νεκρά, καὶ ἀπὸ τῆς σφραγῖδος εὑρών ῾χρυσοφοροῦσι γὰρ τῶν στρατευομένων οἱ χιλίαρχοι, τῶν ἐλαττόνων σιδηροφορούντων᾿, ἔθαψεν αὐτούς, εἴτε τὸ ἔργον ἀνθρώπειον καὶ κοινὸν ἐν τοῖς πολέμοις ἡγούμενος, εἴτε τὴν Σκιπίωνος δόξαν ἤδη δεδιώς τε καὶ θεραπεύων. Ῥωμαίοις δ ἀναζευγνύουσι μὲν ἀπὸ τοῦ Ἀσδρούβα ἐπέκειτο Φαμέας, διὰ τὸ πταῖσμα θορυβουμένοις: ἐσιοῦσι δὲ οἱ Καρχηδόνιοι τῆς πόλεως ἐκδραμόντες ὑπήντων, καί τινα καὶ τῶν σκευοφόρων διέφθειραν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION