- 텍스트

Appian, The Foreign Wars, chapter 13 3:

(아피아노스, The Foreign Wars, chapter 13 3:)

Καὶ ἀπὸ τοῦδε ἦν οἶστρος ἄλογός τε καὶ μανιώδης, οἱο῀ν ἐν τοῖς βακχείοις πάθεσί φασι τὰς μαινάδας ἀλλόκοτα καινουργεῖν.? οἱ μὲν τῶν βουλευτῶν τοὺς περὶ τῶν ὁμήρων ἐσηγησαμένους ὡς ἐξάρχους τῆς ἐνέδρας ᾐκίζοντο καὶ διέσπων, οἱ δὲ τοὺς συμβουλεύσαντας περὶ τῶν ὅπλων. οἱ δὲ τοὺς πρέσβεις κατέλευον ὡς κακῶν ἀγγέλους, οἱ δὲ καὶ περιέσυρον ἀνὰ τὴν πόλιν. ἕτεροι δὲ τοὺς Ἰταλούς, οἳ ἔτι παρ αὐτοῖς ὡς ἐν αἰφνιδίῳ καὶ ἀκηρύκτῳ κακῷ ἦσαν, ἐλυμαίνοντο ποικίλως, ἐπιλέγοντες ὁμήρων πέρι καὶ ὅπλων καὶ ἀπάτης ἀμύνεσθαι. οἰμωγῆς τε ἅμα παὶ ὀργῆς καὶ δέους καὶ ἀπειλῆς ἡ πόλις ἐνεπέπληστο, καὶ ἐν ταῖς ὁδοῖς ἀνεκάλουν τὰ φίλτατα, καὶ ἐς τὰ ἱερὰ ὡς ἄσυλα κατέφευγον, καὶ τοὺς θεοὺς ὠνείδιζον ὡς οὐδὲ σφίσιν αὐτοῖς ἐπικουρῆσαι δυναμένους. ἕτεροι δὲ ἐς τὰς ὁπλοθήκας ἰόντες ἔκλαιον, ὁρῶντες κενάς: οἱ δ ἐς τὰ νεώρια καταθέοντες ὠδύροντο τὰς ναῦς ὡς ἀπίστοις ἀνδράσιν ἐκδεδομένας. καὶ τὰ ὀνόματά τινες τῶν ἐλεφάντων ἀνεκάλουν ὡς ἔτι παρόντων, τούς τε προγόνους καὶ σφᾶς αὐτοὺς ἐλοιδόρουν, ὡς δέον μήτε ναῦς μήτε ἐλέφαντας μήτε φόρους μήτε τὰ ὅπλα παραδόντας ἀποθανεῖν σὺν τῇ πατρίδι ὡπλισμένῃ. μάλιστα δ αὐτοὺς ἐς ὀργὴν ἀνέκαιον αἱ μητέρες αἱ τῶν ὁμήρων, οἱά῀ τινες ἐκ τραγῳδίας ἐρινύες ἐντυγχάνουσαι μετ ὀλολυγῆς ἑκάστῳ, καὶ τὴν ἔκδοσιν τῶν παίδων προφέρουσαι καὶ τὴν ἑαυτῶν ἀπόρρησιν: ἐπεγέλων τε αὐτοῖς ὡς θεῶν ἀμυνομένων αὐτοὺς ἀντὶ τῶν παίδων. ὀλίγον δ ὅσον ἐσωφρόνει, τὰς πύλας ἀπέκλειε, καὶ τὸ τεῖχος λίθων ἀντὶ καταπελτῶν ἐπλήρουν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION