호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τοὺς δὲ ὑπάτους ἐσῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δ ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι.? ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς ἡ μὲν πόλις ἐστὶν ἄνοπλος ἔρημος, οὐ ναῦν, οὐ καταπέλτην, οὐ βέλος, οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δὲ οὐδὲν ἔστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δ αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα καὶ τὰ ὅπλα καὶ τὴν χώραν, καὶ περικάθηνται τὸ ἄστυ ἔνοπλοι ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, ᾧ Τιγίλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기