호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οἱ μὲν δὴ φόβου καὶ ἀπορίας ἦσαν ἐν τούτῳ, Ἰτύκη δέ, ἡ Λιβύης μεγίστη μετὰ Καρχηδόνα πόλις, λιμένας τε ἔχουσα εὐόρμους καὶ στρατοπέδων καταγωγὰς δαψιλεῖς, ἑξήκοντα σταδίους ἀπὸ Καρχηδόνος ἀφεστῶσα καὶ καλῶς ἐς πόλεμον αὐτοῖς ἐπικειμένη, τὰ Καρχηδονίων ἄρα καὶ αὕτη τότε ἀπογνοῦσα καὶ τὸ πάλαι μῖσος ἐς αὐτοὺς ἐκφέρουσα ἐν καιρῷ, πρέσβεις ἐς Ῥώμην ἔπεμψεν, οἳ τὴν Ἰτύκην Π῾ωμαίοις ἐπέτρεπον.? ἡ δὲ βουλὴ καὶ τέως ἐς τὸν πολεμον ὁρμῶσά τε καὶ παρασκευαζομένη, πόλεως ὀχυρᾶς οὕτω καὶ ἐπικαίρου προσγενομένης ἐξέφηνέ τε τὴν γνώμην, καὶ ἐς τὸ Καπιτώλιον, οὗπερ εἰώθασι περὶ πολέμου σκοπεῖν, συνελθοῦσα ἐψηφίσατο Καρχηδονίοις πολεμεῖν. στρατηγούς τε τοὺς ὑπάτους αὐτίκα ἐξέπεμπον, ἐπὶ μὲν τοῦ πεζοῦ Μάνιον Μανίλιον, ἐπὶ δὲ τοῦ στόλου Λεύκιον Μάρκιον Κηνσωρῖνον, οἷς ἐν ἀπορρήτῳ ἐλέλεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου πρὶν Καρχηδόνα κατασκάψαι. οἱ μὲν δὴ θύσαντες ἐς Σικελίαν ἔπλεον ὡς ἐκεῖθεν ἐς τὴν Ἰτύκην διαβαλοῦντες, ναυσὶ δ ἐφέροντο πεντήκοντα μὲν πεντήρεσιν, ἑκατὸν δ ἡμιολίαις, ἀφράκτοις δὲ καὶ κερκούροις καὶ στρογγύλοις πολλοῖς. καὶ στρατὸν ἦγον ὀκτακισμυρίους πεζοὺς καὶ ἱππέας ἐς τετρακισχιλίους, ἀρίστους ἅπαντας: ὡς γὰρ ἐς ἐπιφανῆ στρατείαν καὶ προῦπτον ἐλπίδα πᾶς τις ἀστῶν καὶ συμμάχων ὡρ´μα, καὶ πολλοὶ καὶ ἐθελονταὶ παρήγγελλον ἐς τὸν κατάλογον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기