- 텍스트

Appian, The Foreign Wars, chapter 10 2:

(아피아노스, The Foreign Wars, chapter 10 2:)

Καὶ εὐθύς, οἱο῀ν ἐν ταῖς εὐτυχίαις γίγνεται, οἱ μὲν ἐρρωζμάιον, οἱ δὲ ἐδημοκράτιζον, οἷς δ ἤρεσκε Μασσανάσσης.? ἡγοῦντο δ ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων ὁ μέγας Ἄννων, τῶν δ αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας ὁ ψὰρ ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, ᾧ Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων: οἳ φυλάξαντες Ῥωμαίους τε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσανάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγκεκλεισμένῳ, πείθουσι τὸν Καρθάλωνα βοήθαρχον ὄντα, καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπιθέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ γῇ. ὁ δὲ καὶ ἔκτεινέ τινας αὐτῶν καὶ λείαν περιήλασε, καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν. ἄλλα τε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλήλους γίγνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἐπῆλθον ἐς διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ ὅσα προειλήφει, μετὰ τέχνης, ὧδε. εἶπον μὲν οὐδὲν οὐδὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δ ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν: καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς διαλύσεις. οὐ πολὺ δ ὕστερον ὁ Μασσανάσσης ἠμφισβήτει καὶ τῶν λεγομένων μεγάλων πεδίων καὶ χώρας πεντήκοντα πόλεων, ἣν Τύσκαν προσαγορεύουσιν. ἐφ οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους. οἱ δ ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν ἐς δίαιταν, διέτριψαν δὲ ἑώς εἴκασαν πολλὰ τῶν Καρχηδονίων διεφθάρθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION