- 텍스트

Appian, The Foreign Wars, chapter 9 8:

(아피아노스, The Foreign Wars, chapter 9 8:)

Ὁ μὲν οὕτως εἶπε, Πόπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως:? "τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολέμοις, ὦ ἄνδρες, χρήσιμον: καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως, καὶ τὴν ἰσχὺν προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δ ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Κάρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν ᾧ πάντων εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς ἑκάτερον αὐξηθῆναι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίου λογισμὸν ἂν περιφύγοιμι, οὐδ ἀμετρίας μοι δοκῶ δόξαν οἴσεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαντας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχωσιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται. καὶ οὔτε σπονδῶν ἐστὶν αὐτοῖς αἰδὼς οὔτε λόγος ὁρ´κων: οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ νέμεσιν θεῶν καὶ ἀνθρώπων φθόνον. ἐγὼ δ αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην τῆς ἀσεβείας οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ, καὶ πρὸς ἡμᾶς καὶ πρὸς τοὺς ἄλλους ἅπαντας, ἀεὶ συνετίθεντο καὶ παρώρκουν καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφησθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION