호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἃ καὶ Σκιπίων ἐοίκεν ὑφορώμενος ἐπιστεῖλαι μὲν ἡμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δ ὅτι καὶ βραδυνόντων συνθήσεται.? εἰκὸς δ ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ πλέον τι συνορᾶν, ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε, ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν, ἄνδρα φιλόπολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδ ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρώξυνέ τε, καὶ στρατιὰν οὐ λαβὼν αὑτῷ συνεστήσατο, καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν ἐς ὅσον οὐκ ἠλπίζομεν. ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως. εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δὲ μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθάνεσθαι, πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ, ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας: οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δ αὖθις ὡς ἀποστῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὔξεσθαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι: νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχοῦνται, ὕστερον δ ἀεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται δυσμεναίνοντες τῆς ποτὲ βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν ἀεί.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기