호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐσ ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδασ ἐπ’ αὐτὸν ἐξέπεμπον καὶ ναῦσ μακράσ, ἐγνωκότεσ, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοισ δουλεύειν ἑκόντεσ. ἐπεὶ δὲ ἄνεμόσ τε καὶ χειμὼν τὰσ ναῦσ συνέτριψαν, ἀπογνόντεσ ἁπάντων ἐμέμφοντο τοῖσ θεοῖσ ὡσ ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐσ Ῥώμην. καὶ ὁ Σκιπίων ἔπεμπε τοὺσ συμβουλεύσοντασ κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενοσ Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸσ ἐφ’ ἑαυτοῦ συνθήσεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기