호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταῦτα τοῦ Σκιπίωνοσ εἰπόντοσ οἱ μὲν πρέσβεισ ἔφερον ἐσ Καρχηδόνα τοὺσ λόγουσ, συνιόντοσ δὲ τοῦ πλήθουσ ἐσ ἐκκλησίαν ἐπὶ πολλὰσ ἡμέρασ, τοῖσ μὲν ἀρίστοισ ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περὶ τινῶν ἀπειθοῦντασ κινδυνεύειν περὶ ἁπάντων, τὸ δ’ ἀγοραῖον πλῆθοσ οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν, καὶ ἠγανάκτουν εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντεσ αἱροῦνται Ῥωμαίοισ ἀντὶ τῶν πολιτῶν ἐσ τὰσ ἀνοχὰσ παρασχεῖν, ἐφ’ ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰσ οἰκίασ αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλοσ δ’ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺσ ἑξακισχιλίουσ ἱππέασ δὲ πεντακοσίουσ, σταθμεύοντα δ’ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖσ παροῦσι καλεῖν. ὁ δ’ ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμοσ ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθοσ, πάνυ σεμνῶσ ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμοσ καὶ τόνδε ὑπ’ ὀργῆσ μανιώδουσ ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺσ μὲν ἐσ Μασσανάσσην καταφυγεῖν, τοὺσ δὲ ἐσ αὐτοὺσ Ῥωμαίουσ αὐτομολῆσαι, τῆσ πόλεωσ ἀπογνόντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기