- 텍스트

Appian, The Foreign Wars, chapter 7 9:

(아피아노스, The Foreign Wars, chapter 7 9:)

Καὶ ὁ Ἀννίβας ἐν τῇ φυγῇ θεασάμενος ἱππέων Νομάδων πλῆθος συνεστώς, προσδραμὼν ἠξίου μὴ προλιπεῖν αὐτόν, καὶ πείσας ἐπῆγε τοῖς διώκουσιν, ἐλπίσας ἐργάσεσθαί τινα παλινδίωξιν.? πρώτοις δὲ Μασσυλίοις ἐντυχὼν ἐμάχετο, καὶ μόνος ἦν ἔτι οὗτος ὁ ἀγὼν Μασσανάσσου καὶ Ἀννίβου συνεστώτων. φερομένων δὲ καὶ τῶνδε ἐπ ἀλλήλους ὑπὸ προθυμίας, ἐς μὲν τὴν ἀσπίδα ὁ Μασσανάσσης ἠκόντισε βαλών, ὁ δὲ Ἀννίβας καὶ τότε ἔτυχε τοῦ ἵππου. καὶ ὁ Μασσανάσσης ἐκπεσὼν πεζὸς ἐπὶ τὸν Ἀννίβαν ὡρ´μα, τόν τε ἐπελαύνοντά οἱ πρὸ τῶν ἄλλων ἱππέα βαλὼν ἀπέκτεινεν. καὶ τῶν λοιπῶν τὰ ἀκόντια ἐς τὸν ἐλεφαντιστὴν ἐκδεχόμενος, ἓν τῶν ἐμπεπηγότων ἐξεῖλε, καὶ ἀκοντίσας ἐς τὸν Ἀννίβαν αὖθις οὐδ ὣς ἐπετύγχανεν, ἀλλὰ τὸν ἐγγὺς ἱππέα καὶ ὅδε ἀπέκτεινεν. ἕτερον δ ἐξέλκων ἐς τὸν βραχίονα ἐτρώθη, καὶ ὑπεχώρησεν ἐκ τῆς μάχης ἐπ ὀλίγον. Σκιπίων δὲ πυθόμενος ἔδεισε περὶ τῷ Μασσανάσσῃ, καὶ ἐς τὸ ἔργον ἠπείγετο: καὶ ηὑρ῀ε τὸν Μασσανάσσην ἐς τὴν μάχην αὖθις ἐπὶ ἵππου φερόμενον ἑτέρου, τὸ τραῦμα ἐπιδήσαντα. ὅ τε ἀγὼν ἦν ἴσος αὖθις αὐτοῖς καὶ πάνυ καρτερός, αἰδουμένων τοὺς στρατηγοὺς ἑκατέρων, ἑώς ὁ Ἀννίβας ἐπί τινος λόφου θεασάμενος Ἴβηρας καὶ Κελτοὺς συνεστῶτας ἐξίππευσεν ὡς κἀκείνους ἐπάξων. τότε γὰρ οἱ μαχόμενοι, τῆς μὲν αἰτίας οὐ συνιέντες, τὴν δ ἀποχώρησιν αὐτοῦ φυγὴν ὑπολαβόντες εἶναι, τὸν ἀγῶνα μεθῆκαν ἑκόντες καὶ ἔφυγον ἀκόσμως, οὐχ ᾗπερ ἑώρων Ἀννίβαν, ἀλλ ὅπῃ τύχοιεν ἕκαστοι. καὶ οἱ μὲν οὕτω διελύθησαν, Ῥωμαῖοι δ αὐτούς, ὡς τετελεσμένης τῆς μάχης, ἐδίωκον ἀτάκτως, οὐδ αὐτοὶ τῆς Ἀννίβου προαιρέσεως συνιέντες.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION