호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σύφαξ δὲ νυκτὸς μὲν ἔτι, τῆς βοῆς αἰσθόμενος καὶ τὸ πῦρ ὁρῶν, οὐκ ἐπεξῆλθεν, ἀλλὰ τῶν ἱππέων τινὰς ἐπικουρεῖν ἔπεμψεν Ἀσδρούβᾳ, οἷς ὁ Μασσανάσσης ἐπιπεσὼν ἄφνω πολὺν ἐργά ζεται φόνον.? ἅμα δ ἡμέρᾳ μαθὼν ὁ Σύφαξ Ἀσδρούβαν μὲν ἤδη φυγόντα, τῆς δὲ στρατιᾶς αὐτοῦ τοὺς μὲν ἀπολωλότας, τοὺς δ εἰλημμένους ὑπὸ τῶν πολεμίων, τοὺς δὲ διερριμμένους, καὶ τὸ στρατόπεδον αὐτῇ παρασκευῇ Ῥωμαίους ἔχοντας, ἀνεζεύγνυε φεύγων ἐς τὰ μεσόγεια μετὰ θορύβου, πάντα καταλιπών, οἰόμενος εὐθὺς ἀπὸ τῆς Καρχηδονίων διώξεως αὑτῷ τὸν Σκιπίωνα ἐπανίοντα ἐπιστήσεσθαι. ὅθεν καὶ τοῦδε τὸν χάρακα καὶ τὴν ἐν αὐτῷ παρασκευὴν εἷλε Μασσανάσσης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기