- 텍스트

Appian, The Foreign Wars, chapter 4 1:

(아피아노스, The Foreign Wars, chapter 4 1:)

Ὧνἤδη νυκτὸς οὔσης ὁ Μασσανάσσης παρὰ τινῶν Νομάδων πυθόμενος μετέδωκε τῷ Σκιπίωνι.? ὁ δὲ ἔδεισε, καὶ ἠπόρει μὴ ἐς πολλὰ αὐτῷ διαιρούμενος ὁ στρατὸς ἀσθενέστερος ἐς πάντα γίγνηται. τοὺς οὖν ἡγεμόνας αὐτίκα νυκτὸς ἐπὶ τὴν σκέψιν ἐκάλει, καὶ ἀπορούντων ἁπάντων ἐπὶ πολὺ σύννους γενόμενος εἶπε: "τόλμης καὶ ταχυτῆτος ἡμῖν, ὦ φίλοι, δεῖ, καὶ μάχης ἐξ ἀπογνώσεως. φθάσωμεν ἐπελθόντες τοῖς πολεμίοις. ὅσα δ ἐν τῷδε πλεονεκτήσομεν, μάθετε ἤδη. ἐκείνους μὲν ἐκπλήξει τὸ ἀδόκητον τῆς ἐφόδου καὶ τὸ παράδοξον τοῦ ἔργου, τῶν ὀλιγωτέρων προεπιχειρούντων: ἡμεῖς δ οὐκ ἐς πολλὰ διῃρημένῃ τῇ στρατιᾷ χρησόμεθα ἀλλ ἀθρόᾳ, οὐδ ἐπάξομεν αὐτὴν ἅπασι τοῖς ἐχθροῖς ἀλλ οἷς ἂν ἐπιλεξώμεθα πρώτοις. σταθμεύουσι δ ἐφ ἑαυτῶν ἕκαστοι, καὶ ἐσμὲν αὐτοῖς κατὰ μέρος ἰσόμαχοι, τόλμῃ δὲ καὶ εὐτυχίᾳ προύχομεν. καὶ ἢν ὁ θεὸς δῷ τῶν πρώτων ἐπικρατῆσαι, τῶν ἄλλων καταφρονήσομεν. οἷς δ ἐπιχειρητέον ἐστὶ πρώτοις, καὶ τίς ὁ καιρὸς ἢ τρόπος ἔσται τῆς ἐπιχειρήσεως, ἢν ἀρέσκῃ, τὰ τῆς γνώμης ἐρῶ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION