호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἤρξαντο δ αὐτῶν ἀμφὶ τὸν Σικελικὸν πόλεμον οἱ Ῥωμαῖοι, ναυσὶ πεντήκοντα καὶ τριακοσίαις ἐπιπλεύσαντες ἐς Λιβύην, καὶ πόλεις τινὰς ἑλόντες, καὶ στρατηγὸν ἐπὶ τῇ δυνάμει καταλιπόντες Ἀτίλιον Ῥῆγλον, ὃς ἄλλας τε πόλεις διακοσίας προσέλαβεν, αἳ Καρχηδονίων ἔχθει πρὸς αὐτὸν μετετίθεντο, καὶ τὴν χώραν ἐπιὼν ἐπόρθει.? Καρχηδόνιοι δὲ Λακεδαιμονίους στρατηγὸν ἤτουν, οἰόμενοι δι ἀναρχίαν κακοπραγεῖν. οἱ μὲν δὴ Ξάνθιππον αὐτοῖς ἔπεμπον, ὁ δὲ Ἀτίλιος ἀμφὶ λίμνῃ στρατοπεδεύων ὡρ´ᾳ καύματος περιώδευε τὴν λίμνην ἐπὶ τοὺς πολεμίους, ὅπλων τε βάρει καὶ πνίγει καὶ δίψει καὶ ὁδοιπορίᾳ κακοπαθῶν, καὶ βαλλόμενος ἀπὸ κρημνῶν ἄνωθεν. ὡς δ ἐπλησίασε περὶ ἑσπέραν καὶ ποταμὸς αὐτοὺς διεῖργεν, ὁ μὲν εὐθὺς ἐπέρα τὸν ποταμὸν ὡς καὶ τῷδε τὸν Ξάνθιππον ἐκπλήξων, ὁ δὲ συντεταγμένην τὴν στρατιὰν ἐπαφίησι διὰ τῶν πυλῶν, ἐλπίσας κεκμηκότος καὶ κακοπαθοῦντος περιέσεσθαι, καὶ τὴν νύκτα πρὸς τῶν νικώντων ἔσεσθαι. τῆσδε μὲν οὖν τῆς ἐλπίδος ὁ Ξάνθιππος οὐκ ἀπέτυχεν: ἀπὸ γὰρ τρισμυρίων ἀνδρῶν οὓς ὁ Ἀτίλιος ἦγεν, ὀλίγοι μόλις αὐτῶν ἐς Ἀσπίδα πόλιν διέδρασαν, οἱ δὲ λοιποὶ πάντες οἱ μὲν ἀπώλοντο οἱ δ ἐζωγρήθησαν. καὶ μετ αὐτῶν ὁ στρατηγὸς Ἀτίλιος, ὕπατος γεγονώς, αἰχμάλωτος ἦν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기