- 텍스트

Appian, The Foreign Wars, chapter 7 7:

(아피아노스, The Foreign Wars, chapter 7 7:)

Ὁ μὲν εἶπεν οὕτω, καὶ εὐθὺς ἐξέδραμε, λαθὼν Δάσιον, οὐκ ἐς ἐκεῖνο τὸ στρατόπεδον ἀλλ ἐς Ῥώμην, ὁδὸν ἐλάσσονα.? καὶ δοὺς τῇ βουλῇ τὸν υἱὸν ὅμηρον, ἱππέας ᾔτει χιλίους, μεθ ὧν ἠπείγετο κατὰ σπουδήν, τὸ μέλλον ἔσεσθαι προορώμενος. ὁ δὲ Δάσιος ταῖς ἐπιούσαις ἡμέραις τὸν ἐχθρὸν οὐχ ὁρῶν, εἴκασεν αὐτὸν ἐγχειρεῖν τοῖς ἐγνωσμένοις ὡς ἤδη πιστεύοντα αὐτῷ. νομίσας οὖν ἐς ἐκεῖνο τῷ ὄντι τὸ πορρωτέρω στρατόπεδον αὐτὸν οἴχεσθαι, διέδραμε πρὸς Ἀννίβαν, καταφρονῶν ὅτι φθάσει ἐκεῖνον ἐπανελθών, καὶ "νῦν μέν," ἔφη, "παραδώσω σοι τὸν Βλάτιον ἐπ αὐτοφώρῳ στρατιὰν ἐπάγοντα τῇ πόλει. " καὶ τὸ γεγονὸς ἐκθέμενος, καὶ λαβών τινας, ἐπανῆγεν ἐς τὴν πατρίδα μετὰ σπουδῆς ὡς οὔπω τοῦ Βλατίου πλησιάζοντος. ὁ δ ἔνδον τε ἦν ἄρτι, καὶ τὴν φρουρὰν τὴν Λιβύων ὀλίγην οὖσαν ἀνελὼν ἐφύλασσε μηδένα παρελθεῖν, καὶ πύλας τὰς μὲν ἄλλας ἐκεκλείκει, τὰς δ ἐς τὴν ἐπάνοδον Δασίου μόνας εἰάσεν ἀνεῷχθαι. καὶ τὸ κατ ἐκείνας μέρος ἅπαν εἶχεν ἀνυπόπτως: τὰ δ ἐντὸς ἐξετετάφρευτο καὶ διείληπτο, ὡς μὴ δύνασθαι τοὺς ἐμπεσόντας ἐς ὅλην διαδραμεῖν. Δάσιος δὲ ἐπεὶ τὰς πύλας εἶδεν ἀνεῳγμένας, ἥσθη νομίσας προλαβεῖν τὸν ἐχθρόν, καὶ ἐσήλατο γεγηθώς. ὁ δ ἐπικλείσας διέφθειρεν αὐτόν τε καὶ τοὺς ἐσδραμόντας, ὠθουμένους ἐν στενῷ καὶ διαδρομὴν διὰ τὰς τάφρους οὐκ ἔχοντας. ὀλίγοι δ αὐτῶν διὰ τοῦ τείχους ἐξαλόμενοι διέφυγον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION