호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ ὁ Βλάτιος οἰκτισάμενος τότε μάλιστα ἀξιοπίστως εἶπεν ὡς ἐπιβουλεύοιτο ὑπ ἐχθροῦ τεχνίτου.? "τοῦτο δ," ἔφη, "τὸ νῦν ἐπιβούλευμα καὶ τῆς πρότερον ἀμφιλογίας, εἴ τις ἦν, ῥύσεταί με. τίς γὰρ ἂν ἢ πρότερον ἐχθρῷ περὶ τοιῶνδε διεπίστευσεν, ἢ νῦν, εἰ καὶ τέως ἐπεπλάνητο, ἀπίστῳ καὶ κατηγόρῳ περὶ ἐκεῖνα γεγενημένῳ, κινδυνεύων ἔτι καὶ κρινόμενος καὶ ἀρνούμενος, αὖθις ἂν τὰ δεύτερα ταῦτ ἐθάρρησεν εἰπεῖν, καὶ μάλιστ ἐν τῷ δικαστηρίῳ, πολλῶν μὲν ἀκοῦσαι δυναμένων, τοῦ δὲ κατηγόρου καὶ τόδε μέλλοντος εὐθὺς ὁμοίως ἐρεῖν· εἰ δὲ δὴ καὶ ἐγεγένητο," ἔφη, "χρηστὸς ἐξαίφνης καὶ φίλος, τί μοι συλλαβεῖν ὑπὲρ τῆς πατρίδος ἔτι δυνατὸς ἦν· τί δ ἂν ἐδεόμην ἐγὼ μηδὲν ἐπικουρεῖν δυναμένου· ἅ μοι δοκεῖ προϊδὼν πάλιν ὁ Βλάτιος ψιθύρως ἐντυχεῖν τῷ Δασίῳ, καὶ ἐς ἀπιστίαν αὐτὸν ἐμβαλεῖν μείζονα, ἐπαγαγέσθαι δ ἐκ τοῦδε καὶ Ἀννίβαν ἐς ἀπιστίαν τῶν πρότερον εἰρημένων. οὐ μὴν οὐδὲ ἐκφυγὼν τὴν δίκην ὁ Βλάτιος ἀφίστατο μὴ μεταπείθειν τὸν ἐχθρόν, καταφρονῶν ἄρα ὡς ἐς πάντα γεγονότος ἀπίστου. ὁ δὲ αὖθις ὑπεκρίνετο συντίθεσθαι, καὶ τὴν ἐπίνοιαν τῆς ἀποστάσεως ᾔτει μαθεῖν. ὁ δὲ οὐδὲν ὀκνήσας ἔφη, "διαδραμοῦμαι μὲν ἐπί τι τῶν στρατοπέδων ἐγὼ τῶν Ῥωμαϊκῶν ῾μηνύσας αὐτῷ τὸ πάνυ πορρωτάτὠ καὶ στρατιὰν ἄξω λαβών: ἔστι γάρ μοι φίλος ὁ στρατηγὸς ἐκείνου τοῦ στρατοῦ: σὺ δ ὑπομένειν μοι δεῦρο, καὶ τὰ ἔνδον ἐπιτηρεῖν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기