호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δ Ἀννίβας ἐπεὶ τῆς πείρας ἀπέτυχεν, ἐς Λευκανοὺς διελθὼν ἐχείμαζε, καὶ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους, ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ.? καὶ εὐθὺς αὐτῷ κατ ὀλίγον ἐτρέπετο πάντα. Φούλουιος δ ἐς Καπύην πρὸς τὸν συστράτηγον ἐπανῄει, καὶ τοῖς Καπυαίοις προσέβαλλον ἄμφω καρτερῶς, ἐπειγόμενοι χειμῶνος ἑλεῖν τὴν πόλιν, ἑώς Ἀννίβας ἠρεμεῖ. Καπυαῖοι δέ, τῶν τροφῶν σφᾶς ἐπιλειπουσῶν καὶ οὐδαμόθεν ἄλλων ἐπεισαγομένων, ἐνεχείρισαν ἑαυτοὺς τοῖς στρατηγοῖς: ἐνεχείρισαν δὲ καὶ ὅσοι Λιβύων αὐτοὺς ἐφρούρουν, αὐτοῖς στρατηγοῖς, Ἄννωνι ἑτέρῳ καὶ Βώσταρι. Ῥωμαῖοι δὲ τῇ μὲν πόλει φρουρὰν ἐπέστησαν, καὶ ὅσους ηὑρ῀ον αὐτομολοῦντας, χεῖρας αὐτῶν ἀπέτεμον: Λιβύων δὲ τοὺς μὲν ἐπιφανεῖς ἐς Ῥώμην ἔπεμψαν, τοὺς δὲ λοιποὺς ἀπέδοντο. καὶ Καπυαίων αὐτῶν τοὺς μὲν αἰτίους μάλιστα τῆς ἀποστάσεως ἀπέκτειναν, τῶν δ ἄλλων τὴν γῆν ἀφείλοντο μόνον. εὔφορος δ ἐστὶν ἐς σῖτον ἡ περὶ τὴν Καπύην πᾶσα: πεδιὰς γάρ ἐστιν. Καπύη μὲν δὴ πάλιν ἐς Ῥωμαίους ἐπανῆκτο, καὶ μέγα τοῦτο Λιβύων ἐς τὴν Ἰταλίαν πλεονέκτημα περιῄρητο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기