호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φούλουιοσ δὲ ἀεί τινα προσδοκῶν ἐνέδραν, καὶ τοῦτο ὑποπτεύων ἐν ἅπασι τοῖσ Ἀννίβου, εἴθ’ ὑπ’ οἰκείασ τότε συνέσεωσ, εἴτε θεολήπτῳ γνώμῃ προσπεσών, εἴτε παρ’ αἰχμαλώτου τὰ ἀκριβέστατα μαθών, τοὺσ χιλιάρχουσ ὀξέωσ ἐπέστησε ταῖσ ἐσ τὸ λόφον ἀγούσαισ ὁδοῖσ, κωλύειν τοὺσ δι’ αὐτῶν φερομένουσ, καὶ μεταδιδάσκειν ὅτι τοῦτ’ οὐχ ὁ στρατηγὸσ Ῥωμαίων ἀλλ’ Ἀννίβασ ἐκήρυξεν ἐνεδρεύων. αὐτὸσ δὲ τοῖσ χώμασι φυλακὰσ ἀκριβεῖσ ἐπιστήσασ, μή τισ ἔφοδοσ ἔξωθεν ἄλλη γένοιτο, ἐβοηδρόμει μεθ’ ἑτέρων ἀνὰ τὸ στρατόπεδον ἅπαντα ἔχειν ἀσφαλῶσ, καὶ ὀλίγουσ τοὺσ μετὰ τῶν ἐλεφάντων ἐσελθόντασ εἶναι. δᾷδάσ τε ἧπτε καὶ πῦρ πανταχόθεν ἤγειρε, καὶ καταφανὴσ ἦν ἡ τῶν ἐσελθόντων ὀλιγότησ, ὥστε αὐτῶν πάνυ καταφρονήσαντεσ οἱ Ῥωμαῖοι, ἐσ ὀργὴν ἐκ τοῦ πρὶν δέουσ μεταβαλόντεσ, εὐμαρῶσ οἱᾶ ψιλοὺσ καὶ ὀλίγουσ διέφθειραν. οἱ δὲ ἐλέφαντεσ οὐκ ἔχοντεσ εὐρύχωρον οὐδὲν ἐσ ἀναστροφήν, εἰλούμενοι περὶ σκηνὰσ καὶ φάτνασ, ἐβάλλοντο πρὸσ ἁπάντων ἐπιτυχῶσ διὰ τὴν στενότητα τοῦ χωρίου καὶ τὸ μέγεθοσ τῶν σωμάτων, μέχρι περιαλγοῦντέσ τε καὶ ἀγανακτοῦντεσ, καὶ ἐπιδραμεῖν ἐσ τοὺσ πολεμίουσ οὐκ ἔχοντεσ, τοὺσ ἐπιβάτασ σφῶν ἀπεσείοντο καὶ κατεπάτουν σὺν ὀργῇ καὶ βοῇ πάνυ ἠγριωμένοι, καὶ ἐξεπήδων ἐκ τοῦ στρατοπέδου. Φούλουιοσ μὲν δὴ Φλάκκοσ εὐσταθῶσ καὶ εὐμηχάνωσ αἰφνιδίῳ συνενεχθεὶσ ἐνέδρᾳ περιῆν τοῦ Ἀννίβου, καὶ τὸν στρατὸν περιέσωζεν ἀεὶ πεφρικότα τὰσ Ἀννίβου μηχανάσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기