호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ ὁ μὲν οὕτω παραβόλωσ διεσώζετο, Ἀννίβασ δὲ τῆσ χρείασ ψευσθεὶσ ἐφ’ ἣν ἐσ Λευκανοὺσ μετεκέκλητο, ἀνέστρεφεν ἐσ Καπύην, μέγα ποιούμενοσ μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοισ γενομένην. προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείσ, μηδ’ ἐπινοῶν ὅπωσ ἂν ἐσ τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸσ οὐδ’ ἀπ’ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενοσ μὲν κἀκείνουσ ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺσ στρατηγοὺσ αὐτῶν ἀπὸ Καπύησ ἀναστήσειν, ἢ αὐτόσ τι Καπύησ μεῖζον ἐργάσεσθαι. συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐσ πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆσ Ῥώμησ ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνοσ ποταμοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기